Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

9.57 συνεκδοχὰς τοίνυν πλείονας ἐξὸν εἶναι λαμβάνειν, ὥσπερ οὖν λαμβάνομεν, ἐκ τῶν μετ’ ἐπικρύψεως εἰρημένων. ὧν οὕτως ἐχόντων σφάλλεται μὲν ὁ ἄπειρος καὶ ἀμαθής, καταλαμβάνει δὲ ὁ γνωστικός. ἤδη γοῦν οὐδὲ τοῖς τυχοῦσιν ἤθελον ἀνέδην ἐκκεῖσθαι πάντα, οὐδὲ κοινοποιεῖσθαι τὰ σοφίας ἀγαθὰ τοῖς μηδ’ ὄναρ τὴν ψυχὴν κεκαθαρμένοις· οὐ γὰρ θέμις ὀρέγειν τοῖς ἀπαντῶσι τὰ μετὰ τοσούτων ἀγώνων πορισθέντα οὐδὲ μὴν βεβήλοις τὰ τοῦ λόγου μυστήρια διηγεῖσθαι. φασὶ γοῦν Ἵππαρχον τὸν Πυθαγόρειον, αἰτίαν ἔχοντα γράψασθαι τὰ τοῦ Πυθαγόρου σαφῶς, ἐξελαθῆναι τῆς διατριβῆς καὶ στήλην ἐπ’ αὐτῷ γενέσθαι οἷα νεκρῷ. διὸ καὶ ἐν τῇ βαρβάρῳ φιλοσοφίᾳ νεκροὺς καλοῦσι τοὺς ἐκπεσόντας τῶν δογμάτων καὶ καθυποτάξαντας τὸν νοῦν τοῖς πάθεσι τοῖς ψυχικοῖς. τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, κατὰ τὸν θεῖον ἀπόστολον, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; δίχα γὰρ Ὀλυμπίων καὶ φθιμένων τιμαί. διὸ καὶ ἐξέρχεσθε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi