Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

9.59 Ναὶ μὴν καὶ ἡ Πυθαγόρου συνουσία καὶ ἡ πρὸς τοὺς ὁμιλητὰς διττὴ κοινωνία, ἀκουσματικοὺς τοὺς πολλοὺς καί τινας μαθηματικοὺς ἑτέρους καλοῦσα, τοὺς γνησίως ἀνθαπτομένους τῆς φιλοσοφίας, ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι πρὸς τοὺς πολλοὺς ᾐνίσσετο. ἴσως δὲ καὶ τὸ διττὸν ἐκεῖνο εἶδος τῶν ἐκ τοῦ Περιπάτου, τὸ ἐν τοῖς λόγοις ἔνδοξόν τε καὶ ἐπιστημονικὸν καλούμενον, οὐκ ἀπήλλακται τοῦ διαιρεῖν δόξαν ἀπό τε εὐκλείας καὶ ἀληθείας. μηδέ σέ γ’ εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς πρὸς θνητῶν ἀνελέσθαι, ἐφ’ ᾧ θ’ ὁσίης πλέον εἰπεῖν. αἱ γοῦν Ἰάδες μοῦσαι διαρρήδην λέγουσι τοὺς μὲν πολλοὺς καὶ δοκησισόφους δήμων ἀοιδοῖσιν ἕπεσθαι καὶ νόμοισι χρέεσθαι, εἰδότας ὅτι πολλοὶ κακοί, ὀλίγοι δὲ ἀγαθοί· τοὺς ἀρίστους δὲ τὸ κλέος μεταδιώκειν. αἱρεῦνται γάρ, φησίν, ἓν ἀντὶ πάντων οἱ ἄριστοι κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅπως κτήνεα, γαστρὶ καὶ αἰδοίοις καὶ τοῖς αἰσχίστοις τῶν ἐν ἡμῖν μετρήσαντες τὴν εὐδαιμονίαν· ὅ τ’ Ἐλεάτης Παρμενίδης ὁ μέγας διττῶν εἰσηγεῖται διδασκαλίαν ὁδῶν ὧδέ πως γράφων· ἠμὲν Ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ, ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi