Kitap 5
1.5
Ἀνόητοι ἄρα οἱ ἄπιστοι ἐκ τῶν προδιηνυσμένων ἡμῖν δείκνυνται· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι καὶ οὐκ ἴσασιν εἰρήνην φησὶν ὁ προφήτης· τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτεῖσθαι ὁ θεσπέσιος παρῄνεσε Παῦλος, ὅτι γεννῶσι μάχας· ὅ τε Αἰσχύλος κέκραγε· τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην. τὴν μὲν γὰρ μετὰ πίστεως συνιοῦσαν ζήτησιν, ἐποικοδομοῦσαν τῷ θεμελίῳ τῆς πίστεως τὴν μεγαλοπρεπῆ τῆς ἀληθείας γνῶσιν, ἀρίστην ἴσμεν. ἴσμεν δὲ ὡς ἄρα οὔτε τὰ φανερὰ ζητεῖται (οἷον εἰ ἡμέρα ἐστὶν ἡμέρας οὔσης), οὔτε τὰ ἄδηλα καὶ οὐδέποτε γενησόμενα φανερά (ὡς τὸ εἰ ἄρτιοί εἰσιν οἱ ἀστέρες ἢ περιττοί), ἀλλ’ οὐδὲ τὰ ἀντιστρέφοντα (ἀντιστρέφει δὲ ἃ καὶ τοῖς τὸν ἐναντίον χειρίζουσι λόγον ἐπ’ ἴσης ἔστιν εἰπεῖν, ὡς τὸ εἰ ζῷον τὸ κατὰ γαστρὸς ἢ οὐ ζῷον)· τέταρτός ἐστι τρόπος, ὅταν ἐκ θατέρου τούτων μέρους ἀναντίρρητον καὶ ἄλυτον ἐνθύμημα προτείνηται. εἰ τοίνυν ἡ τοῦ ζητεῖν αἰτία κατὰ πάντας τοὺς τρόπους ἀναιρεῖται, πίστις ἐμπεδοῦται· προτείνομεν γὰρ αὐτοῖς τὸ ἀναντίρρητον ἐκεῖνο, ὃ ὁ θεός ἐστιν ὁ λέγων καὶ περὶ ἑνὸς ἑκάστου ὧν ἐπιζητῶ παριστὰς ἐγγράφως.