Kitap 5
1.6
τίς οὖν οὕτως ἄθεος ὡς ἀπιστεῖν θεῷ καὶ τὰς ἀποδείξεις ὡς παρὰ ἀνθρώπων ἀπαιτεῖν τοῦ θεοῦ; πάλιν τῶν ζητημάτων ἃ μὲν αἰσθήσεως δεῖται, οἷον ἐὰν ζητῇ τις, εἰ τὸ πῦρ θερμὸν ἢ ἡ χιὼν λευκή· τινὰ δὲ νουθεσίας καὶ ἐπιπλήξεως, ὥς φησιν Ἀριστοτέλης, ὡς τὸ ἐρώτημα ἐκεῖνο, εἰ χρὴ γονεῖς τιμᾶν. ἔστιν δὲ ἃ καὶ κολάσεως ἄξια, ὁποῖόν ἐστι τὸ αἰτεῖν ἀποδείξεις, εἰ πρόνοιά ἐστι. προνοίας τοίνυν οὔσης, μὴ κατὰ πρόνοιαν γεγονέναι πᾶσαν τήν τε προφητείαν καὶ τὴν περὶ τὸν σωτῆρα οἰκονομίαν ἡγεῖσθαι ἀνόσιον, καὶ ἴσως οὐδὲ χρὴ τὰ τοιαῦτα πειρᾶσθαι ἀποδεικνύναι, φανερᾶς οὔσης τῆς θείας προνοίας ἔκ τε τῆς ὄψεως τῶν ὁρωμένων πάντων, τεχνικῶν καὶ σοφῶν ποιημάτων, καὶ τῶν μὲν τάξει γινομένων, τῶν δὲ τάξει φανερουμένων· ὁ δὲ μεταδοὺς ἡμῖν τοῦ εἶναί τε καὶ ζῆν μεταδέδωκεν καὶ τοῦ λόγου, λογικῶς τε ἅμα καὶ εὖ ζῆν ἐθέλων ἡμᾶς· ὁ γὰρ τοῦ πατρὸς τῶν ὅλων λόγος οὐχ οὗτός ἐστιν ὁ προφορικός, σοφία δὲ καὶ χρηστότης φανερωτάτη τοῦ θεοῦ δύναμίς τε αὖ παγκρατὴς καὶ τῷ ὄντι θεία, οὐδὲ τοῖς μὴ ὁμολογοῦσιν ἀκατανόητος, θέλημα παντοκρατορικόν.