Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

13.84 καὶ δὴ αὐτόν σοι Πλάτωνα παραστήσω ἄντικρυς ἤδη θεοῦ παισὶ πιστεύειν ἀξιοῦντα· περὶ γὰρ θεῶν ὁρατῶν τε καὶ γενητῶν ποιησάμενος τὸν λόγον ἐν τῷ Τιμαίῳ περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν φησὶ μεῖζον ἢ καθ’ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ πως τοὺς ἑαυτῶν προγόνους εἰδότων. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν. οὐκ οἶμαι δύνασθαι σαφέστερον ὑπὸ Ἑλλήνων προσμαρτυρήσεσθαι τὸν σωτῆρα ἡμῶν καὶ τοὺς εἰς προφητείαν κεχρισμένους, τοὺς μὲν παῖδας θεοῦ ἀνηγορευμένους, τὸν δὲ κύριον υἱὸν ὄντα γνήσιον, ἀληθεῖς εἶναι περὶ τῶν θείων μάρτυρας· διὸ καὶ δεῖν πιστεύειν αὐτοῖς ἐνθέοις οὖσι προσέθηκε. κἂν τραγικώτερον εἴπῃ τις μὴ πιστεύειν· οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, ἀλλ’ ἴστω αὐτὸν τὸν θεὸν διὰ τοῦ υἱοῦ τὰς γραφὰς κηρύξαντα. πιστὸς δὲ ὁ τὰ οἰκεῖα καταγγέλλων, ἐπεὶ μηδεὶς φησὶν ὁ κύριος τὸν πατέρα ἔγνω, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ.
13.85 πιστευτέον ἄρα τούτῳ καὶ κατὰ Πλάτωνα, κἂν ἄνευ γε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων διά τε τῆς παλαιᾶς διά τε τῆς νέας διαθήκης κηρύσσηται καὶ λέγηται. ἐὰν γὰρ μὴ πιστεύσητε, φησὶν ὁ κύριος, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἔμπαλιν δέ· ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον. μακάριοι ἄρα πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ. πλεῖόν ἐστι τῆς πίστεως τὸ πεποιθέναι· ὅταν γὰρ ἐπίστηταί τις ὅτι ὁ υἱός ἐστι τοῦ θεοῦ ὁ διδάσκαλος ἡμῶν, πέποιθεν ἀληθῆ εἶναι τὴν διδασκαλίαν αὐτοῦ. ὡς δὲ ἡ μάθησις κατ’ Ἐμπεδοκλέα τὰς φρένας αὔξει, οὕτως ἡ εἰς τὸν κύριον πεποίθησις αὔξει τὴν πίστιν. τῶν αὐτῶν γοῦν φαμεν εἶναι φιλοσοφίαν μὲν ψέγειν, πίστεως δὲ κατατρέχειν ἀδικίαν τε ἐπαινεῖν καὶ τὸν κατ’ ἐπιθυμίαν βίον εὐδαιμονίζειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi