Kitap 5
13.86
Ἤδη δὲ ἡ πίστις εἰ καὶ ἑκούσιος τῆς ψυχῆς συγκατάθεσις, ἀλλὰ ἐργάτις ἀγαθῶν καὶ δικαιοπραγίας θεμέλιος. κἂν ὁ Ἀριστοτέλης τεχνολογῇ, τὸ μὲν ποιεῖν καὶ ἐπὶ τῶν ἀλόγων ζῴων τάσσεσθαι καὶ ἐπὶ ἀψύχων διδάσκων, τὸ δὲ πράττειν ἀνθρώπων εἶναι μόνων, εὐθυνέτω τοὺς λέγοντας ποιητὴν τῶν ὅλων τὸν θεόν. τὸ δὲ πρακτὸν ἢ ὡς ἀγαθὸν ἢ ὡς ἀναγκαῖόν φησι. τὸ τοίνυν ἀδικεῖν ἀγαθὸν οὐκ ἔστιν (οὐδεὶς γὰρ εἰ μὴ διά τι ἕτερον ἀδικεῖ), τῶν δὲ ἀναγκαίων οὐδὲν ἑκούσιον· τὸ τοίνυν ἀδικεῖν ἑκούσιον, ὥστε οὐδὲ ἀναγκαῖον. τῶν δὲ φαύλων οἱ σπουδαῖοι μάλιστα ταῖς τε αἱρέσεσι καὶ ταῖς ἀστείαις ἐπιθυμίαις διαφέρουσιν. πᾶσα γὰρ μοχθηρία ψυχῆς μετὰ ἀκρασίας ἐστίν, καὶ ὁ διὰ πάθος πράττων δἰ ἀκρασίαν πράττει καὶ μοχθηρίαν. ἔπεισιν οὖν μοι παρ’ ἕκαστα θαυμάζειν τὴν θείαν ἐκείνην φωνήν· ἀμὴν ἀμήν, λέγω ὑμῖν· ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλήν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων· τούτῳ ὁ θυρωρὸς ἀνοίγει. εἶτα ἐπεξηγούμενος ὁ κύριος λέγει· ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
13.87
δεῖ τοίνυν διὰ Χριστοῦ τὴν ἀλήθειαν μεμαθηκότας σῴζεσθαι, κἂν φιλοσοφήσαντες τὴν Ἑλληνικὴν φιλοσοφίαν τύχωσιν· νῦν γὰρ ἐδείχθη ἐναργῶς, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, νῦν ἀπεκαλύφθη· θεοῦ μὲν γὰρ ἔμφασις ἑνὸς ἦν τοῦ παντοκράτορος παρὰ πᾶσι τοῖς εὖ φρονοῦσι πάντοτε φυσική, καὶ τῆς ἀιδίου κατὰ τὴν θείαν πρόνοιαν εὐεργεσίας ἀντελαμβάνοντο οἱ πλεῖστοι, οἱ καὶ μὴ τέλεον ἀπηρυθριακότες πρὸς τὴν ἀλήθειαν. καθόλου γοῦν τὴν περὶ τοῦ θείου ἔννοιαν Ξενοκράτης ὁ Καλχηδόνιος οὐκ ἀπελπίζει καὶ ἐν τοῖς ἀλόγοις ζῴοις, Δημόκριτος δέ, κἂν μὴ θέλῃ, ὁμολογήσει διὰ τὴν ἀκολουθίαν τῶν δογμάτων· τὰ γὰρ αὐτὰ πεποίηκεν εἴδωλα τοῖς ἀνθρώποις προσπίπτοντα καὶ τοῖς ἀλόγοις ζῴοις ἀπὸ τῆς θείας οὐσίας. πολλοῦ γε δεῖ ἄμοιρον εἶναι θείας ἐννοίας τὸν ἄνθρωπον, ὅς γε καὶ τοῦ ἐμφυσήματος ἐν τῇ γενέσει μεταλαβεῖν ἀναγέγραπται, καθαρωτέρας οὐσίας παρὰ τὰ ἄλλα ζῷα μετασχών.