Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

13.89 Φασὶ γὰρ σῶμα εἶναι τὸν θεὸν οἱ Στωϊκοὶ καὶ πνεῦμα κατ’ οὐσίαν, ὥσπερ ἀμέλει καὶ τὴν ψυχήν. πάντα ταῦτα ἄντικρυς εὑρήσεις ἐν ταῖς γραφαῖς. μὴ γάρ μοι τὰς ἀλληγορίας αὐτῶν ἐννοήσῃς τὰ νῦν ὡς ἡ γνωστικὴ παραδίδωσιν ἀλήθεια, εἰ ἄλλο τι δεικνύουσαι, καθάπερ οἱ σοφοὶ παλαισταί, ἄλλο μηνύουσιν. ἀλλ’ οἳ μὲν διήκειν διὰ πάσης τῆς οὐσίας τὸν θεόν φασιν, ἡμεῖς δὲ ποιητὴν μόνον αὐτὸν καλοῦμεν καὶ λόγῳ ποιητήν. παρήγαγεν δὲ αὐτοὺς τὸ ἐν τῇ Σοφίᾳ εἰρημένον διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαριότητα, ἐπεὶ μὴ συνῆκαν λέγεσθαι ταῦτα ἐπὶ τῆς σοφίας τῆς πρωτοκτίστου τῷ θεῷ. ναί, φασίν, ἀλλὰ ὕλην ὑποτίθενται οἱ φιλόσοφοι ἐν ταῖς ἀρχαῖς, οἵ τε Στωϊκοὶ καὶ Πλάτων καὶ Πυθαγόρας, ἀλλὰ καὶ Ἀριστοτέλης ὁ Περιπατητικός, οὐχὶ δὲ μίαν ἀρχήν. ἴστωσαν οὖν τὴν καλουμένην ὕλην ἄποιον καὶ ἀσχημάτιστον λεγομένην πρὸς αὐτῶν, καὶ τολμηρότερον ἤδη μὴ ὂν πρὸς τοῦ Πλάτωνος εἰρῆσθαι. καὶ μή τι μυστικώτατα μίαν τὴν ὄντως οὖσαν ἀρχὴν εἰδὼς ἐν τῷ Τιμαίῳ αὐταῖς φησι λέξεσιν· νῦν δ’ οὖν τὸ παρ’ ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν περὶ πάντων εἴτε ἀρχὴν εἴτε ἀρχὰς εἴτε ὅπῃ δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον, δἰ ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα.
13.90 ἄλλως τε ἡ λέξις ἡ προφητικὴ ἐκείνη ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος ἀφορμὰς αὐτοῖς ὑλικῆς οὐσίας παρέσχηται.
13.90 Ναὶ μὴν Ἐπικούρῳ μὲν ἡ τοῦ αὐτομάτου παρείσδυσις οὐ παρακολουθήσαντι τῷ ῥητῷ γέγονεν ἐντεῦθεν ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀριστοτέλει δὲ μέχρι σελήνης ἐπῆλθε καταγαγεῖν τὴν πρόνοιαν ἐκ τοῦδε τοῦ ψαλμοῦ· κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. οὐδέπω γὰρ ἀποκεκάλυπτο ἡ τῶν προφητικῶν δήλωσις μυστηρίων πρὸ τῆς τοῦ κυρίου παρουσίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi