Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

13.94 εἶτ’ ἐπιφέρει· καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῇ στερεὸν οὐρανὸν δημιουργεῖ ̔τὸ δὲ στερεὸν αἰσθητόν’ γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον. ἆρ’ οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά; εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει ὁ Μωυσῆς, ὃ γήινόν φησιν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ τοῦ θεοῦ εἰς πρόσωπον. ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπείσοδον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ κατ’ εἰκόνα καὶ ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι. εἰκὼν μὲν γὰρ θεοῦ λόγος θεῖος καὶ βασιλικός, ἄνθρωπος ἀπαθής, εἰκὼν δ’ εἰκόνος ἀνθρώπινος νοῦς. ἑτέρῳ δ’ εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἂν παρὰ τῷ Μωυσεῖ τὴν ἀκολουθίαν ὀνομαζομένην θείαν· φησὶ γάρ· ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε. ἀκόλουθοι δ’, οἶμαι, καὶ θεραπευταὶ θεοῦ πάντες οἱ ἐνάρετοι.
13.95 ἐντεῦθεν οἱ μὲν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασι, Πλάτων δὲ ὁμοίωσιν θεῷ (ὡς ἐν τῷ δευτέρῳ παρεστήσαμεν Στρωματεῖ)· Ζήνων δὲ ὁ Στωϊκὸς παρὰ Πλάτωνος λαβών, ὃ δὲ ἀπὸ τῆς βαρβάρου φιλοσοφίας, τοὺς ἀγαθοὺς πάντας ἀλλήλων εἶναι φίλους λέγει. φησὶ γὰρ ἐν τῷ Φαίδρῳ Σωκράτης ὡς οὐχ εἵμαρται κακὸν κακῷ φίλον εἶναι οὐδ’ ἀγαθὸν ἀγαθῷ μὴ φίλον, ὅπερ κἀν τῷ Λύσιδι ἀπέδειξεν ἱκανῶς, ὡς ἐν ἀδικίᾳ καὶ πονηρίᾳ οὐκ ἄν ποτε σωθείη φιλία. καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ πρᾶξιν εἶναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ ἕνα λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ᾖ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις οὔτε τοῖς ἐμμέτροις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi