Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

13.97 Σαφέστερον δὲ ἐκεῖνα ἔχει. ὁ γὰρ σωτήρ, ἀγαπᾶν παραγγείλας τὸν θεὸν καὶ τὸν πλησίον, ἐν ταύταις φησὶ ταῖς δυσὶν ἐντολαῖς ὅλον τὸν νόμον καὶ τοὺς προφήτας κρέμασθαι. ταῦτα θρυλοῦσιν οἱ Στωϊκοὶ τὰ δόγματα καὶ πρὸ τούτων ὁ Σωκράτης ἐν Φαίδρῳ εὐχόμενος· ὦ Πάν τε καὶ ἄλλοι θεοί, δοίητέ μοι τἄνδον εἶναι καλῷ. ἐν δὲ τῷ Θεαιτήτῳ διαρρήδην φησίν· ὁ γὰρ καλῶς λέγων καλός τε κἀγαθός. κἀν τῷ Πρωταγόρᾳ καλλίονι Ἀλκιβιάδου ἐντυχεῖν ὁμολογεῖ τοῖς ἑταίροις Πρωταγόρου, εἴ γε τὸ σοφώτατον κάλλιστόν ἐστιν· τὴν γὰρ ἀρετὴν τὸ κάλλος τῆς ψυχῆς ἔφη εἶναι, κατὰ δὲ τὸ ἐναντίον τὴν κακίαν αἶσχος ψυχῆς. Ἀντίπατρος μὲν οὖν ὁ Στωϊκός, τρία συγγραψάμενος βιβλία περὶ τοῦ ὅτι κατὰ Πλάτωνα μόνον τὸ καλὸν ἀγαθόν, ἀποδείκνυσιν ὅτι καὶ κατ’ αὐτὸν αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν, καὶ ἄλλα πλείω παρατίθεται δόγματα σύμφωνα τοῖς Στωϊκοῖς. Ἀριστοβούλῳ δὲ τῷ κατὰ Πτολεμαῖον γεγονότι τὸν Φιλομήτορα, οὗ μέμνηται ὁ συνταξάμενος τὴν τῶν Μακκαβαϊκῶν ἐπιτομήν, βιβλία γέγονεν ἱκανά, δἰ ὧν ἀποδείκνυσι τὴν Περιπατητικὴν φιλοσοφίαν ἔκ τε τοῦ κατὰ Μωυσέα νόμου καὶ τῶν ἄλλων ἠρτῆσθαι προφητῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi