Kitap 5
13.99
Πάλιν αὖ τῷ τοῦ κυρίου ῥητῷ ἔστω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ, ἐκεῖνο ἀπεικαστέον· ἀλλά μοι ψεῦδός τε συγχωρῆσαι καὶ ἀληθὲς ἀφανίσαι οὐδαμῶς θέμις· τῇ τε περὶ τοῦ ὀμόσαι ἀπαγορεύσει συνᾴδει ἥδε ἡ ἐν τῷ δεκάτῳ τῶν Νόμων λέξις· ἔπαινος δὲ ὅρκος τε περὶ παντὸς ἀπέστω. καὶ τὸ σύνολον Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων, λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως, ἀκηκόασι γὰρ τοῦ Μωυσέως λέγοντος ›εἶπεν, καὶ ἐγένετο‹, τὸν λόγον τοῦ θεοῦ ἔργον εἶναι διαγράφοντος.
13.99
Ἐπί τε τῆς τοῦ ἀνθρώπου ἐκ χοὸς διαπλάσεως ἱστάμενοι γήινον μὲν οἱ φιλόσοφοι παρ’ ἕκαστα τὸ σῶμα ἀναγορεύουσιν· Ὅμηρος δὲ οὐκ ὀκνεῖ ἐν κατάρας μέρει θέσθαι τό· ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε, καθάπερ Ἡσαΐας, καὶ καταπατήσατε αὐτοὺς λέγων ὡς πηλόν.
13.100
Καλλίμαχος δὲ διαρρήδην γράφει· ἦν κεῖνος οὑνιαυτός, ᾧ τό τε πτηνὸν καὶ τοὐν θαλάσσῃ καὶ τὸ τετράπουν οὕτως ἐφθέγγετο ὡς ὁ πηλὸς ὁ Προμήθειος. πάλιν τε αὖ ὁ αὐτός τε εἴ σε (ἔφη) ὁ Προμηθεὺς ἔπλασε καὶ πηλοῦ μὴ ἐξ ἑτέρου γέγονας, Ἡσίοδός τε ἐπὶ τῆς Πανδώρας λέγει· Ἥφαιστον δ’ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ’ ἀνθρώπου θέμεν αὐδὴν καὶ νόον.
13.100
Πῦρ μὲν οὖν τεχνικὸν ὁδῷ βαδίζον εἰς γένεσιν τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί· πῦρ δὲ καὶ φῶς ἀλληγορεῖται ὁ θεὸς καὶ ὁ λόγος αὐτοῦ πρὸς τῆς γραφῆς.
13.100
Τί δ’ ; οὐχὶ καὶ Ὅμηρος, παραφράζων τὸν χωρισμὸν τοῦ ὕδατος ἀπὸ τῆς γῆς καὶ τὴν ἀποκάλυψιν τὴν ἐμφανῆ τῆς ξηρᾶς, ἐπί τε τῆς Τηθύος καὶ τοῦ Ὠκεανοῦ λέγει· ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος.
13.100
Πάλιν τὸ δυνατὸν ἐν πᾶσι προσάπτουσι καὶ οἱ παρ’ Ἕλλησι λογιώτατοι τῷ θεῷ, ὁ μὲν Ἐπίχαρμος (Πυθαγόρειος δὲ ἦν) λέγων· οὐδὲν ἐκφεύγει τὸ θεῖον· τοῦτο γιγνώσκειν σε δεῖ, αὐτός ἐσθ’ ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δὲ οὐδὲν θεός,