Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

13.101 ὁ μελοποιὸς δέ· θεῷ δὲ δυνατὸν ἐκ μελαίνας νυκτὸς ἀμίαντον ὄρσαι φάος, κελαινεφέι δὲ σκότει καλύψαι καθαρὸν ἁμέρας σέλας (ὁ μόνος ἡμέρας ἐνεστώσης νύκτα ποιῆσαι δυνάμενος ποιῆσαι, φησίν, θεὸς οὗτός ἐστιν), ἔν τε τοῖς Φαινομένοις ἐπιγραφομένοις Ἄρατος, ἐκ Διὸς ἀρχώμεσθα εἰπών, τὸν οὐδέποτ’, ἄνδρες, ἐῶμεν ἄρρητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες· πάντῃ δὲ Διὸς κεχρήμεθα πάντες· ἐπιφέρει· τοῦ γὰρ καὶ γένος ἐσμέν, οἷον δημιουργία, ὁ δ’ ἤπιος ἀνθρώποισιν δεξιὰ σημαίνει, λαοὺς δ’ ἐπὶ ἔργα ἀγείρει· αὐτὰρ τάδε σήματ’ ἀν οὐρανῷ ἐστήριξεν, ἄστρα διακρίνας· ἐσκέψατο δ’ εἰς ἐνιαυτὸν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν ἀνδράσιν Ὡράων, ὄφρ’ ἔμπεδα πάντα φύηται· καί μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται· χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ’ ἀνθρώποισιν ὄνειαρ. καὶ πρὸ τούτου δὲ Ὅμηρος ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος κοσμοποιῶν κατὰ Μωυσέα ἐν μὲν γαῖαν ἔτευξ̓, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν φησίν, ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται. ὁ γὰρ διὰ τῶν ποιημάτων καὶ καταλογάδην συγγραμμάτων ᾀδόμενος Ζεὺς τὴν ἔννοιαν ἐπὶ τὸν θεὸν ἀναφέρει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi