Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

13.102 Ἤδη δὲ ὡς εἰπεῖν ὑπ’ αὐγὰς ὁ Δημόκριτος εἶναί τινας ὀλίγους γράφει τῶν ἀνθρώπων, οἳ δὴ ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα ὃν νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες, πάντα Ζεὺς μυθέεται καὶ πάνθ’ οὗτος οἶδε καὶ διδοῖ πάντα καὶ ἀφαιρέεται, καὶ βασιλεὺς οὗτος τῶν πάντων. μυστικώτερον δὲ ὁ μὲν Βοιώτιος Πίνδαρος, ἅτε Πυθαγόρειος ὤν, ἓν ἀνδρῶν, ἓν θεῶν γένος, ἐκ μιᾶς δὲ ματρὸς πνέομεν ἄμφω, τῆς ὕλης, παραδίδωσι καὶ ἕνα τὸν τούτων δημιουργόν, ὃν ἀριστοτέχναν πατέρα λέγει, τὸν καὶ τὰς προκοπὰς κατ’ ἀξίαν εἰς θειότητα παρεσχημένον. σιωπῶ γὰρ Πλάτωνα. ἄντικρυς οὗτος ἐν τῇ πρὸς Ἔραστον καὶ Κορίσκον ἐπιστολῇ φαίνεται πατέρα καὶ υἱὸν οὐκ οἶδ’ ὅπως ἐκ τῶν Ἑβραϊκῶν γραφῶν ἐμφαίνων, παρακελευόμενος κατὰ λέξιν· ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ τὸν πάντων θεὸν αἴτιον καὶ τοῦ ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομνύντας, ὅν, ἐὰν ὀρθῶς φιλοσοφήσητε, εἴσεσθε. ἥ τε ἐν Τιμαίῳ δημηγορία πατέρα καλεῖ τὸν δημιουργὸν λέγουσα ὧδέ πως· θεοὶ θεῶν, ὧν ἐγὼ πατὴρ δημιουργός τε ἔργων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi