Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

13.106 αὐτίκα ὁ αὐτὸς σωτὴρ παρεγγυᾷ· γρηγορεῖτε, οἷον μελετᾶτε ζῆν καὶ χωρίζειν τὴν ψυχὴν τοῦ σώματος πειρᾶσθε. τήν τε κυριακὴν ἡμέραν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὁ Πλάτων διὰ τούτων καταμαντεύεται· ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο, ἀναστάντας ἐντεῦθεν δεῖ τῇ ὀγδόῃ πορεύεσθαι καὶ ἀφικνεῖσθαι τεταρταίους. λειμῶνα μὲν οὖν ἀκουστέον τὴν ἀπλανῆ σφαῖραν, ὡς ἥμερον χωρίον καὶ προσηνὲς καὶ τῶν ὁσίων χῶρον, ἑπτὰ δὲ ἡμέρας ἑκάστην κίνησιν τῶν ἑπτὰ καὶ πᾶσαν τὴν ἐργαστικὴν τέχνην εἰς τέλος ἀναπαύσεως σπεύδουσαν. ἡ δὲ μετὰ τοὺς πλανωμένους πορεία ἐπὶ τὸν οὐρανὸν ἄγει, τουτέστι τὴν ὀγδόην κίνησίν τε καὶ ἡμέραν. τεταρταίους δὲ τὰς ψυχὰς ἀπιέναι λέγει, δηλῶν τὴν διὰ τῶν τεσσάρων στοιχείων πορείαν.
13.107 Ἀλλὰ καὶ τὴν ἑβδόμην ἱερὰν οὐ μόνον οἱ Ἑβραῖοι, ἀλλὰ καὶ οἱ Ἕλληνες ἴσασι, καθ’ ἣν ὁ πᾶς κόσμος κυκλεῖται τῶν ζωογονουμένων καὶ φυομένων ἁπάντων. Ἡσίοδος μὲν οὖν οὕτως περὶ αὐτῆς λέγει· πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ. καὶ πάλιν· ἑβδομάτῃ δ’ αὖθις λαμπρὸν φάος ἠελίοιο. Ὅμηρος δέ· ἑβδομάτῃ δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ. καί· ἑβδόμη ἦν ἱερή. καὶ πάλιν· ἕβδομον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα. καὶ αὖθις· ἑβδομάτῃ δ’ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος. ναὶ μὴν καὶ Καλλίμαχος ὁ ποιητὴς γράφει· ἑβδομάτῃ δ’ ἠοῖ καί οἱ τετύκοντο ἅπαντα. καὶ πάλιν· ἑβδόμη εἰν ἀγαθοῖςι καὶ ἑβδόμη ἐστὶ γενέθλη. καί· ἑβδόμη ἐν πρώτοισιν καὶ ἑβδόμη ἐστὶ τελείη. καί· ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι ἐν κύκλοισι φανέντα ἐπιτελλομένοις ἐνιαυτοῖς.
13.108 ἀλλὰ καὶ αἱ Σόλωνος ἐλεγεῖαι σφόδρα τὴν ἑβδομάδα ἐκθειάζουσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi