Kitap 5
13.108
Τί δ’; οὐχὶ παραπλήσια τῇ λεγούσῃ γραφῇ ἄρωμεν ἀφ’ ἡμῶν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν ὁ Πλάτων μονονουχὶ προφητεύων τὴν σωτήριον οἰκονομίαν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας ὧδέ φησιν· οὕτω δὲ διακείμενος ὁ δίκαιος μαστιγωθήσεται, στρεβλώσεται, δεθήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται. ὅ τε Σωκρατικὸς Ἀντισθένης, παραφράζων τὴν προφητικὴν ἐκείνην φωνὴν τίνι με ὡμοιώσατε; λέγει κύριος, θεὸν οὐδενὶ ἐοικέναι φησί· διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται. τὰ δ’ ὅμοια καὶ Ξενοφῶν ὁ Ἀθηναῖος κατὰ λέξιν λέγει· ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων ὡς μὲν μέγας τις καὶ δυνατός, φανερός· ὁποῖος δ’ ἐστὶν μορφήν, ἀφανής· οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδ’ οὗτος ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ’ ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται. τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ ὀφθαλμοῖςιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; ἀλλ’ οὐδ’ ἀκτίνων κατεναντίον ἠελίοιο ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες, προεῖπεν ἡ Σίβυλλα.
13.109
Εὖ γοῦν καὶ Ξενοφάνης ὁ Κολοφώνιος, διδάσκων ὅτι εἷς καὶ ἀσώματος ὁ θεός, ἐπιφέρει· εἷς θεός, ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος, οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα. καὶ πάλιν· ἀλλ’ οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεούς, τὴν σφετέρην δὲ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε. καὶ πάλιν· ἀλλ’ εἴ τοι χεῖρας γ’ εἶχον βόες ἠὲ λέοντες, ὡς γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ’ ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίας καί κε θεῶν ἰδέας ἔγραφον καὶ σώματ’ ἐποίουν τοιαῦθ’ οἷόν περ καὶ αὐτοὶ δέμας εἶχον ὁμοῖον.