Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

1.8 ποῦ τοίνυν γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; φησί. καὶ πάλιν· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω, τῶν δοκησισόφων καὶ ἐριστικῶν τούτων δηλονότι. παγκάλως γοῦν Ἱερεμίας φησί· τάδε λέγει κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους αἰωνίας, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίσατε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. ἐρωτήσατε, φησί, καὶ πύθεσθε παρὰ τῶν εἰδότων ἀφιλονίκως καὶ ἀδηρίτως. μαθόντες δὲ ἄρα τῆς ἀληθείας τὴν ὁδὸν εὐθεῖαν βαδίζωμεν ἀμεταστρεπτί, ἄχρις ἂν περιτύχωμεν τῷ ποθουμένῳ. εἰκότως ἄρα ὁ μὲν βασιλεὺς Ῥωμαίων (Νουμᾶς ὄνομα αὐτῷ) Πυθαγόρειος ὢν πρῶτος ἀνθρώπων ἁπάντων Πίστεως καὶ Εἰρήνης ἱερὸν ἱδρύσατο. τῷ δὲ Ἀβραὰμ πιστεύσαντι δικαιοσύνη ἐλογίσθη. οὗτος τὴν μετάρσιον τῶν κατὰ τὸν ἀέρα συμβαινόντων καὶ τὴν μετέωρον τῶν κατὰ τὸν οὐρανὸν κινουμένων φιλοσοφίαν μετιὼν Ἀβρὰμ ἐκαλεῖτο, ὃ μεθερμηνεύεται πατὴρ μετέωρος· ὕστερον δὲ ἀναβλέψας εἰς τὸν οὐρανόν, εἴτε τὸν υἱὸν ἐν τῷ πνεύματι ἰδών, ὡς ἐξηγοῦνταί τινες, εἴτε ἄγγελον ἔνδοξον, εἴτε καὶ ἄλλως ἐπιγνοὺς θεὸν κρείττονα τῆς ποιήσεως καὶ πάσης τῆς ἐν αὐτῇ τάξεως, προσλαμβάνει τὸ ἄλφα, τὴν γνῶσιν τοῦ ἑνὸς καὶ μόνου θεοῦ, καὶ λέγεται Ἀβραάμ, ἀντὶ φυσιολόγου σοφὸς καὶ φιλόθεος γενόμενος. ἑρμηνεύεται μὲν γὰρ πατὴρ ἐκλεκτὸς ἠχοῦς· ἠχεῖ μὲν γὰρ ὁ γεγωνὸς λόγος, πατὴρ δὲ τούτου ὁ νοῦς, ἐξειλεγμένος δὲ ὁ τοῦ σπουδαίου νοῦς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi