Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

13.116 Ἤδη δὲ καὶ Ὅμηρος φαίνεται πατέρα καὶ υἱὸν διὰ τούτων, ὡς ἔτυχεν μαντείας εὐστόχου, λέγων· εἰ μὲν δὴ οὔτις σε βιάζεται οἶον ἐόντα, νοῦσον δ’ οὔπως ἔστι Διὸς μεγάλου ἀλέασθαι. οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν. καὶ πρὸ τούτου Ὀρφεὺς κατὰ τοῦ προκειμένου φερόμενος εἴρηκεν· υἱὲ Διὸς μεγάλοιο, πάτερ Διὸς αἰγιόχοιο. Ξενοκράτης δὲ ὁ Καλχηδόνιος, τὸν μὲν ὕπατον Δία, τὸν δὲ νέατον καλῶν, ἔμφασιν πατρὸς ἀπολείπει καὶ υἱοῦ. καὶ τὸ παραδοξότατον, Ὅμηρος γιγνώσκειν φαίνεται τὸ θεῖον ὁ ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεούς· ὃν οὐδ’ οὕτως αἰδεῖται Ἐπίκουρος.
13.117 φησὶ γοῦν· τίπτε με, Πηλέος υἱέ, ποσὶν ταχέεσσι διώκεις, αὐτὸς θνητὸς ἐών, θεὸν ἄμβροτον; οὐδέ νυ πώ με ἔγνως ὡς θεός εἰμι. οὐχ ἁλωτὸν γὰρ εἶναι θνητῷ οὐδὲ καταληπτὸν τὸ θεῖον οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ὀφθαλμοῖς οὐδ’ ὅλως τῷ σώματι δεδήλωκεν. τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; φησὶν ἡ γραφή. μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; καὶ τὰ ἐπὶ τούτοις.
13.118 Ὅ τε κωμικὸς Ἐπίχαρμος σαφῶς περὶ τοῦ λόγου ἐν τῇ Πολιτείᾳ λέγει ὧδέ πως· ὁ βίος ἀνθρώποις λογισμοῦ καὶ ἀριθμοῦ δεῖται πάνυ· ζῶμεν δὲ ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σῴζει βροτούς· εἶτα διαρρήδην ἐπιφέρει· ὁ λόγος ἀνθρώπους κυβερνᾷ, κατὰ τρόπον σῴζει· εἶτα, εἰ
13.118 ἔστιν ἀνθρώπῳ λογισμός, ἔστι καὶ θεῖος λόγος· ὃ μὲν ἐν ἀνθρώπῳ πέφυκεν περὶ βίου καταστροφάς· ὃ δέ γε τᾶς τέχνας ἅπασι συνέπεται θεῖος λόγος, ἐκδιδάσκων αἰεὶ αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον· οὐ γὰρ ἄνθρωπος τέχναν εὗρεν· ὁ δὲ θεὸς ταύταν φέρει. ὁ δέ γε τἀνθρώπου λόγος πέφυκεν ἀπό γε τοῦ θείου λόγου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi