Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

13.119 Ναὶ μὴν διὰ τοῦ Ἡσαΐου τοῦ πνεύματος κεκραγότος τί μοι πλῆθος τῶν θυσιῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων οὐ βούλομαι καὶ μετ’ ὀλίγα ἐπάγοντος λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν καὶ τὰ ἐπὶ τούτοις, Μένανδρος ὁ κωμικὸς αὐταῖς γράφει ταῖς λέξεσιν· εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε, ταύρων τι πλῆθος ἢ ἐρίφων, ἢ νὴ Δία ἑτέρων τοιούτων, ἢ κατασκευάσματα, χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφυρᾶς, ἢ δἰ ἐλέφαντος ἢ σμαράγδου ζῴδια, εὔνουν νομίζει τὸν θεὸν καθιστάναι, πεπλάνηται ἐκεῖνος καὶ φρένας κούφας ἔχει. δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι, μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν· μηδὲ βελόνης ἔναμμα ἐπιθυμήσῃς, Πάμφίλε· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. θεὸς ἐγγίζων ἐγώ εἰμι καὶ οὐχὶ θεὸς πόρρωθεν· ἢ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις καὶ οὐχὶ ὄψομαι αὐτόν; διὰ Ἱερεμίου φησίν.
13.120 Καὶ πάλιν ὁ Μένανδρος παραφράζων τὴν γραφὴν ἐκείνην θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον ὧδέ πως γράφει· μηδὲ βελόνης, ὦ φίλτατε, ἐπιθυμήσῃς ποτὲ ἀλλοτρίας· ὁ γὰρ θεὸς δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις, πονοῦντα δὲ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν. θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν, μὴ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ. † βροντῆς ἐὰν † ἀκούσῃς, μὴ φύγῃς, μηδὲν συνειδὼς αὐτὸς αὑτῷ, δέσποτα· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. ἔτι σοῦ λαλοῦντος, φησὶν ἡ γραφή, ἐρῶ· ἰδοὺ πάρειμι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi