Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

13.123 ὁ δὲ αὐτὸς Ὀρφεὺς καὶ ταῦτα λέγει· εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ’ ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο ἄνακτα ἀθάνατον. αὖθίς τε περὶ τοῦ θεοῦ, ἀόρατον αὐτὸν λέγων, μόνῳ γνωσθῆναι ἑνί τινί φησι τὸ γένος Χαλδαίῳ, εἴτε τὸν Ἀβραὰμ λέγων τοῦτον εἴτε καὶ τὸν υἱὸν τὸν αὐτοῦ, διὰ τούτων· εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν Χαλδαίων· ἴδρις γὰρ ἔην ἄστροιο πορείης, καὶ σφαίρης κίνημ’ ἀμφὶ χθόνα θ’ ὡς περιτέλλει κυκλοτερὲς ἐν ἴσῳ τε κατὰ σφέτερον κνώδακα, πνεύματα δ’ ἡνιοχεῖ περί τ’ ἠέρα καὶ περὶ χεῦμα.
13.124 εἶτα οἷον παραφράζων τὸ ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου ἐπιφέρει· αὐτὸς δ’ αὖ μέγαν αὖτις ἐπ’ οὐρανὸν ἐστήρικται χρυσέῳ εἰνὶ θρόνῳ, γαίη δ’ ὑπὸ ποσσὶ βέβηκεν. χεῖρα δὲ δεξιτερὴν περὶ τέρμασιν ὠκεανοῖο ἐκτέτακεν, ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ οὐδὲ φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντῃ αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν. ἄλλως οὐ θεμιτόν σε λέγειν· τρομέω δέ τε γυῖα ἐν νόῳ. ἐξ ὑπάτου κραίνει, καὶ τὰ ἐπὶ τούτοις. διὰ γὰρ τούτων δεδήλωκεν πάντα ἐκεῖνα τὰ προφητικά· ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη καὶ τακήσεται, ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρός·
13.125 καὶ τὰ διὰ Ἡσαΐου τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; πάλιν ὅταν εἴπῃ· αἰθέρος ἠδ’ Ἀίδου, πόντου γαίης τε τύραννε, ὅς βρονταῖς σείεις βριαρὸν δόμον Οὐλύμποιο· δαίμονες ὃν φρίσσουσιν, θεῶν δὲ δέδοικεν ὅμιλος· ᾧ Μοῖραι πείθονται, ἀμείλικτοί περ ἐοῦσαι· ἄφθιτε, μητροπάτωρ, οὗ θυμῷ πάντα δονεῖται· ὃς κινεῖς ἀνέμους, νεφέλῃσι δὲ πάντα καλύπτεις, πρηστῆρσι σχίζων πλατὺν αἰθέρα· σὴ μὲν ἐν ἄστροις τάξις, ἀναλλάκτοισιν ἐφημοσύναιςι τρέχουσα· σῷ δὲ θρόνῳ πυρόεντι παρεστᾶσιν πολύμοχθοι ἄγγελοι, οἷσι μέμηλε βροτοῖς ὡς πάντα τελεῖται· σὸν μὲν ἔαρ λάμπει νέον ἄνθεσι πορφυρέοισιν· σὸς χειμὼν ψυχραῖσιν ἐπερχόμενος νεφέλαισιν· σάς ποτε βακχευτὴς Βρόμιος διένειμεν ὀπώρας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi