Kitap 5
13.134
πολὺ δὲ πλέον οἱ παρ’ Ἕλλησι πολυπράγμονες οἱ φιλόσοφοι ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας τῷ ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδοσαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλ’ οὐδ’ αὐτὸν ὅπως νοεῖσθαι πέφυκεν τὸν θεόν, μόνον δ’, ὡς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ. εἰκότως οὖν ὁ ἀπόστολος ἢ Ἰουδαίων μόνων φησὶν ὁ θεός; οὐχὶ καὶ Ἑλλήνων; οὐ μόνον προφητικῶς λέγων καὶ τοὺς ἐξ Ἑλλήνων πιστεύοντας Ἕλληνας εἴσεσθαι τὸν θεόν, ἀλλὰ κἀκεῖνο μηνύων, ὡς δυνάμει μὲν ὁ κύριος καὶ θεὸς πάντων ἂν εἴη καὶ τῷ ὄντι παντοκράτωρ, κατὰ δὲ τὴν γνῶσιν οὐ πάντων θεός· οὔτε γὰρ ὅ ἐστιν οὔθ’ ὅπως κύριος καὶ πατὴρ καὶ ποιητής, οὐδὲ τὴν ἄλλην ἴσασιν οἰκονομίαν τῆς ἀληθείας, μὴ οὐ πρὸς αὐτῆς διδαχθέντες.
13.135
Ὡσαύτως καὶ τὰ προφητικὰ τὴν αὐτὴν ἔχει τῷ ἀποστολικῷ λόγῳ δύναμιν. Ἡσαΐας μὲν γάρ φησιν· εἰ δὲ λέγετε· ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν· νῦν μίχθητε τῷ κυρίῳ μου βασιλεῖ τῶν Ἀσσυρίων. καὶ ἐπιφέρει· καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην τοῦ πολεμῆσαι αὐτήν; Ἰωνᾶς δὲ ὁ καὶ αὐτὸς προφήτης τὸ αὐτὸ αἰνίσσεται δἰ ὧν φησιν· καὶ εἰσῆλθεν πρὸς αὐτὸν ὁ πρῳρεὺς καὶ εἶπεν αὐτῷ· τί σὺ ῥέγχεις; ἀνάστηθι, ἐπικαλοῦ τὸν θεόν σου, ὅπως διασώσῃ ἡμᾶς καὶ μὴ ἀπολώμεθα. τὸ μὲν γὰρ ὁ θεός σου τῷ κατ’ ἐπίγνωσιν εἰδότι εἶπεν, τῷ δὲ ὅπως διασώσῃ ἡμᾶς ὁ θεὸς τὴν συναίσθησιν τῶν εἰς τὸν παντοκράτορα ἐπιβαλόντων τὸν νοῦν ἐθνῶν ἐδήλωσεν τῶν μηδέπω πεπιστευκότων. καὶ πάλιν ὁ αὐτός· καὶ εἶπεν πρὸς αὐτούς· δοῦλος κυρίου ἐγώ εἰμι καὶ κύριον τὸν θεὸν τοῦ οὐρανοῦ ἐγὼ φοβοῦμαι.