Kitap 5
13.136
αὖθίς τε ὁ αὐτός· καὶ εἶπαν· μηδαμῶς, κύριε· μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου. Μαλαχίας δὲ ὁ προφήτης ἄντικρυς ἐμφαίνει τὸν θεὸν λέγοντα· θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπ’ ἀνατολῆς ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυσία μοι προσφέρεται. καὶ πάλιν· διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσιν. ποῖον ὄνομα; ἐν μὲν τοῖς πεπιστευκόσιν ὁ υἱὸς πατέρα μηνύων, ἐν δὲ τοῖς Ἕλλησι τὸ θεὸς ποιητής. τό τε αὐτεξούσιον ὁ Πλάτων ἐνδείκνυται διὰ τῶνδε· ἀρετὴ δὲ ἀδέσποτον, ἣν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἔλαττον ἕκαστος αὐτῆς μεθέξει. αἰτία ἑλομένου· θεὸς ἀναίτιος. κακῶν γὰρ ὁ θεὸς οὔποτε αἴτιος. Ὦ Τρῶες ἀρηίφιλοι, ὁ λυρικός φησι, Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται, οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων· ἀλλ’ ἐν μέσῳ κεῖται κιχεῖν πᾶσιν ἀνθρώποισι Δίκαν ὁσίαν, ἁγνᾶς Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς θέμιδος· ὀλβίων παῖδες οἵ νιν εὑρόντες σύνοικον.
13.137
Πίνδαρος δὲ ἄντικρυς καὶ σωτῆρα Δία συνοικοῦντα Θέμιδι εἰσάγει, βασιλέα, σωτῆρα δίκαιον, ἑρμηνεύων ὧδέ πως· πρῶτα μὲν εὔβουλον Θέμιν οὐρανίαν, χρυσέαισιν ἵπποισιν Ὠκεανοῦ παρὰ παγᾶν Μοῖραι ποτὶ κλίμακα σεμνὰν ἆγον Ὀλύμπου λιπαρὰν καθ’ ὁδόν, σωτῆρος ἀρχαίαν ἄλοχον Διὸς ἔμμεν· ἁ δὲ τὰς χρυσάμπυκας ἀγλαοκάρπους τίκτεν ἀλαθέας Ὥρας. ὁ τοίνυν μὴ πειθόμενος τῇ ἀληθείᾳ, διδασκαλίᾳ δὲ ἀνθρωπίνῃ τετυφωμένος, δυσδαίμων, ἄθλιός τε καὶ κατὰ τὸν Εὐριπίδην, ὃς τάδε λεύσσων θεὸν οὐχὶ νοεῖ, μετεωρολόγων δ’ ἑκὰς ἔρριψεν σκολιὰς ἀπάτας, ὧν ἀτηρὰ γλῶσσα εἰκοβολεῖ περὶ τῶν ἀφανῶν, οὐδὲν γνώμης μετέχουσα.