Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

17.159 πῶς οὖν οὐκ ἄτοπον τὴν ἀταξίαν καὶ τὴν ἀδικίαν προσνέμοντας τῷ διαβόλῳ ἐναρέτου πράγματος τοῦτον, τῆς φιλοσοφίας, δοτῆρα ποιεῖν; κινδυνεύει γὰρ εὐμενέστερος τοῖς Ἕλλησιν εἰς τὸ ἀγαθοὺς ἄνδρας γίγνεσθαι γεγονέναι τῆς θείας προνοίας τε καὶ γνώμης. ἔμπαλιν δ’, οἶμαι, νόμου ἴδιον καὶ λόγου παντὸς ὀρθοῦ τὸ προσῆκον ἑκάστῳ καὶ τὸ ἴδιον καὶ τὸ ἐπιβάλλον ἀποδιδόναι. ὡς γὰρ ἡ λύρα μόνου τοῦ κιθαριστοῦ καὶ ὁ αὐλὸς τοῦ αὐλητοῦ, οὕτως τὰ προτερήματα τῶν ἀγαθῶν ἀνδρῶν ἐστι κτήματα, καὶ καθάπερ φύσις τοῦ ἀγαθοποιοῦ τὸ ἀγαθοποιεῖν, ὡς τοῦ πυρὸς τὸ θερμαίνειν καὶ τοῦ φωτὸς τὸ φωτίζειν. κακὸν δὲ οὐκ ἂν ποιήσαι ἀγαθός, ὡς οὐδὲ τὸ φῶς σκοτώσει ἢ ψύξει τὸ πῦρ. οὕτως ἔμπαλιν ἡ κακία οὐκ ἄν τι ἐνάρετον ποιήσαι· ἐνέργεια γὰρ αὐτῆς τὸ κακοποιεῖν ὡς τοῦ σκότους τὸ συγχεῖν τὰς ὄψεις· οὐ τοίνυν κακίας ἔργον ἡ φιλοσοφία ἐναρέτους ποιοῦσα. λείπεται δὴ θεοῦ, οὗ μόνον τὸ ἀγαθύνειν ἔργον ἐστίν, καὶ πάνθ’ ὅσα παρὰ θεοῦ δίδοται, καλῶς δίδοταί τε καὶ λαμβάνεται. ναὶ μὴν ἡ χρῆσις τῆς φιλοσοφίας οὐκ ἔστιν ἀνθρώπων κακῶν· ἀλλ’ εἰ τοῖς ἀρίστοις τῶν Ἑλλήνων δέδοται, δῆλον καὶ ὅθεν δεδώρηται, παρὰ τῆς κατ’ ἀξίαν τὰ προσήκοντα ἑκάστοις ἀπονεμούσης δηλονότι προνοίας. εἰκότως οὖν Ἰουδαίοις μὲν νόμος, Ἕλλησι δὲ φιλοσοφία μέχρι τῆς παρουσίας, ἐντεῦθεν δὲ ἡ κλῆσις ἡ καθολική, εἰς περιούσιον δικαιοσύνης λαὸν κατὰ τὴν ἐκ πίστεως διδασκαλίαν συνάγοντος δἰ ἑνὸς τοῦ κυρίου τοῦ μόνου ἑνὸς ἀμφοῖν θεοῦ, Ἑλλήνων τε καὶ βαρβάρων, μᾶλλον δὲ παντὸς τοῦ τῶν ἀνθρώπων γένους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi