Kitap 6
17.161
ὁ γνωστικὸς τοίνυν θεόθεν λαβὼν τὸ δύνασθαι ὠφελεῖν ὀνίνησι τοὺς μὲν τῇ παρακολουθήσει σχηματίζων, τοὺς δὲ τῇ ἐξομοιώσει προτρεπόμενος, τοὺς δὲ καὶ τῇ προστάξει παιδεύων καὶ διδάσκων. ἀμέλει καὶ αὐτὸς τοῖς ἴσοις παρὰ τοῦ κυρίου ὠφέληται. οὕτως οὖν καὶ ἡ θεόθεν διατείνουσα εἰς ἀνθρώπους ὠφέλεια γνώριμος καθίσταται, συμπαρακαλούντων ἀγγέλων· καὶ δἰ ἀγγέλων γὰρ ἡ θεία δύναμις παρέχει τὰ ἀγαθά, εἴτ’ οὖν ὁρωμένων εἴτε καὶ μή. τοιοῦτος καὶ ὁ κατὰ τὴν ἐπιφάνειαν τοῦ κυρίου τρόπος. ὁτὲ δὲ καὶ κατὰ τὰς ἐπινοίας τῶν ἀνθρώπων καὶ τοὺς ἐπιλογισμοὺς ἐμπνεῖ τι καὶ ἡ δύναμις καὶ ἐντίθησι ταῖς φρεσὶν ἰσχύν τε καὶ συναίσθησιν ἀκριβεστέραν, μένος τε καὶ θάρσος προθυμίας ἐπί τε τὰς ζητήσεις ἐπί τε τὰ ἔργα παρέχουσα. ἔκκειται δ’ ὅμως καὶ πρὸς μίμησίν τε καὶ ἐξομοίωσιν ἡμῖν θαυμαστὰ τῷ ὄντι καὶ ἅγια τὰ τῆς ἀρετῆς ὑποδείγματα διὰ τῶν ἀναγεγραμμένων πράξεων. καὶ μὲν δὴ καὶ τὸ τῆς προστάξεως εἶδος ἐμφανέστατον διά τε τῶν διαθηκῶν τῶν κυριακῶν διά τε τῶν παρ’ Ἕλλησι νόμων, ἀλλὰ καὶ τῶν κατὰ τὴν φιλοσοφίαν παρηγγελμένων. καὶ συνελόντι φάναι πᾶσα ὠφέλεια βιωτικὴ κατὰ μὲν τὸν ἀνωτάτω λόγον ἀπὸ τοῦ παντοκράτορος θεοῦ τοῦ πάντων ἐξηγουμένου πατρὸς δἰ υἱοῦ ἐπιτελεῖται, ὃς καὶ διὰ τοῦτο σωτὴρ πάντων ἀνθρώπων, φησὶν ὁ ἀπόστολος, μάλιστα δὲ πιστῶν, κατὰ δὲ τὸ προσεχὲς ὑπὸ τῶν προσεχῶν ἑκάστοις κατὰ τὴν τοῦ προσεχοῦς τῷ πρώτῳ αἰτίῳ κυρίου ἐπίταξίν τε καὶ πρόσταξιν.