Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

18.162 Ὁ γνωστικὸς δ’ ἡμῖν ἐν τοῖς κυριωτάτοις ἀεί ποτε διατρίβει· εἰ δέ που σχολὴ καὶ ἀνέσεως καιρὸς ἀπὸ τῶν προηγουμένων, ἀντὶ τῆς ἄλλης ῥᾳθυμίας καὶ τῆς Ἑλληνικῆς ἐφάπτεται φιλοσοφίας, οἷον τρωγάλιόν τι ἐπὶ τῷ δείπνῳ παροψώμενος, οὐ τῶν κρειττόνων ἀμελήσας, προσλαβὼν δέ, ἐφ’ ὅσον πρέπει, καὶ ταῦτα δἰ ἃς προεῖπον αἰτίας. οἱ δὲ τῶν οὐκ ἀναγκαίων καὶ περιττῶν τῆς φιλοσοφίας ὀρεχθέντες καὶ μόνοις τοῖς ἐριστικοῖς προσανέχοντες σοφίσμασι τῶν ἀναγκαίων καὶ κυριωτάτων ἀπελείφθησαν, οἱ τὰς σκιὰς ἀτεχνῶς τῶν λόγων διώκοντες. καλὸν μὲν οὖν τὸ πάντα ἐπίστασθαι· ὅτῳ δὲ ἀσθενεῖ ἐπεκτείνεσθαι ἡ ψυχὴ πρὸς τὴν πολυμαθῆ ἐμπειρίαν, τὰ προηγούμενα καὶ βελτίω αἱρήσεται μόνα. ἡ γὰρ τῷ ὄντι ἐπιστήμη, ἥν φαμεν μόνον ἔχειν τὸν γνωστικόν, κατάληψίς ἐστι βεβαία διὰ λόγων ἀληθῶν καὶ βεβαίων ἐπὶ τὴν τῆς αἰτίας γνῶσιν ἀνάγουσα, ὁ δὲ ἐπιστήμων τοῦ ἀληθοῦς περὶ ὁδηποτοῦν αὐτίκα καὶ τοῦ ψευδοῦς περὶ τὸ αὐτὸ ἐπιστήμων ὑπάρχει. καὶ γὰρ οὖν εὖ πως ἔχειν μοι φαίνεται ὁ λόγος ἐκεῖνος· εἰ φιλοσοφητέον, φιλοσοφητέον· αὐτὸ γάρ τι αὑτῷ ἀκολουθεῖ· ἀλλ’ εἰ καὶ μὴ φιλοσοφητέον· οὐ γάρ τις καταγνῴη ἄν τινος μὴ τοῦτο πρότερον ἐγνωκώς. φιλοσοφητέον ἄρα.
18.163 Τούτων οὕτως ἐχόντων τοὺς Ἕλληνας χρὴ διὰ νόμου καὶ προφητῶν ἐκμανθάνειν ἕνα μόνον σέβειν θεόν, τὸν ὄντως ὄντα παντοκράτορα, ἔπειτα διὰ τοῦ ἀποστόλου διδάσκεσθαι τοῦτο· ἡμῖν δὲ οὐδὲν εἴδωλον ἐν κόσμῳ, ἐπεὶ μηδὲν ἀπεικόνισμα τοῦ θεοῦ οἷόν τε ἐν γενητοῖς εἶναι, προσεπιδιδάσκεσθαι δὲ ὡς οὐδὲ τούτων ὧν σέβουσι τὰ ἀγάλματα εἶεν ἂν αἱ εἰκόνες· οὐ γάρ πω τοιοῦτον κατὰ τὸ σχῆμα τὸ τῶν ψυχῶν γένος ὁποῖα διαπλάσσουσιν Ἕλληνες τὰ ξόανα. ψυχαὶ μὲν γὰρ ἀόρατοι, οὐ μόνον αἱ λογικαί, ἀλλὰ καὶ αἱ τῶν ἀλόγων ζῴων, τὰ δὲ σώματα αὐτῶν μέρη μὲν αὐτῶν οὐδέποτε γίνεται τῶν ψυχῶν, ὄργανα δὲ ὧν μὲν ἐνιζήματα, ὧν δὲ ὀχήματα, ἄλλων δὲ ἄλλον τρόπον κτήματα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi