Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

18.166 εἶθ’ ὁ μὴ περὶ αὑτοῦ τἀληθῆ λέγειν δυνάμενος ἆρ’ οὐ πλέον οὐδὲ τὰ περὶ θεοῦ πιστευτέος; ὅσον γὰρ δυνάμει θεοῦ λείπεται ἄνθρωπος, τοσοῦτον καὶ ὁ λόγος αὐτοῦ ἐξασθενεῖ, κἂν μὴ θεόν, ἀλλὰ περὶ θεοῦ λέγῃ καὶ τοῦ θείου λόγου. ἀσθενὴς γὰρ φύσει ὁ ἀνθρώπειος λόγος καὶ ἀδύνατος φράσαι θεόν, οὐ τοὔνομα λέγω (κοινὸν γὰρ τοῦτο οὐ φιλοσόφων μόνον ὀνομάζειν, ἀλλὰ καὶ ποιητῶν) οὐδὲ τὴν οὐσίαν (ἀδύνατον γάρ), ἀλλὰ τὴν δύναμιν καὶ τὰ ἔργα τοῦ θεοῦ. καίτοι οἱ ἐπιγραφόμενοι θεὸν διδάσκαλον μόγις εἰς ἔννοιαν ἀφικνοῦνται θεοῦ, τῆς χάριτος αὐτοῖς συλλαμβανούσης εἰς ποσὴν ἐπίγνωσιν, οἷον θελήματι θέλημα καὶ τῷ ἁγίῳ πνεύματι τὸ ἅγιον πνεῦμα θεωρεῖν ἐθίζοντες, ὅτι πνεῦμα τὰ βάθη τοῦ θεοῦ ἐρευνᾷ, ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος. μόνη τοίνυν ἡ παρ’ ἡμῖν θεοδίδακτός ἐστι σοφία, ἀφ’ ἧς αἱ πᾶσαι πηγαὶ τῆς σοφίας ἤρτηνται, ὅσαι γε τῆς ἀληθείας στοχάζονται. ἀμέλει ὡς ἂν τοῦ κυρίου ἥκοντος εἰς ἀνθρώπους τοῦ διδάξοντος ἡμᾶς μυρίοι σημάντορες, καταγγελεῖς, ἑτοιμασταί, πρόδρομοι ἄνωθεν ἐκ καταβολῆς κόσμου, δἰ ἔργων, διὰ λόγων προμηνύοντες, προφητεύοντες ἐλεύσεσθαι, καὶ ποῦ καὶ πῶς καὶ τίνα τὰ σημεῖα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi