Kitap 6
3.29
Πάλιν ἱστοροῦσιν Ἕλληνες ἐκλειπόντων ποτὲ τῶν ἐτησίων ἀνέμων Ἀρισταῖον ἐν Κέῳ θῦσαι Ἰκμαίῳ Διί· πολλὴ γὰρ ἦν φθορά, φλογμῷ διαπιμπραμένων πάντων καὶ δὴ καὶ τῶν ἀναψύχειν τοὺς καρποὺς εἰωθότων ἀνέμων μὴ πνεόντων· ὃ δὲ ῥᾳδίως αὐτοὺς ἀνεκαλέσατο.
3.29
Δελφοὶ δὲ Ξέρξου ἐπὶ τὴν Ἑλλάδα στρατεύσαντος, ἀνειπούσης τῆς Πυθίας· ὦ Δελφοί, λίσσεσθ’ ἀνέμους καὶ λώιον ἔσται, βωμὸν καὶ θυσίαν ποιήσαντες τοῖς ἀνέμοις, ἀρωγοὺς αὐτοὺς ἔσχον· πνεύσαντες γὰρ ἐρρωμένως περὶ τὴν Σηπιάδα ἄκραν συνέτριψαν πᾶσαν τὴν παρασκευὴν τοῦ Περσικοῦ στόλου.
3.30
Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος Κωλυσανέμας ἐπεκλήθη. λέγεται οὖν ἀπὸ τοῦ Ἀκράγαντος ὄρους, πνέοντός ποτε ἀνέμου βαρὺ καὶ νοσῶδες τοῖς ἐγχωρίοις, ἀλλὰ καὶ ταῖς γυναιξὶν αὐτῶν ἀγονίας αἰτίου γινομένου, παῦσαι τὸν ἄνεμον· διὸ καὶ αὐτὸς ἐν τοῖς ἔπεσι γράφει· παύσεις δ’ ἀκαμάτων ἀνέμων μένος οἵ τ’ ἐπὶ γαῖαν ὀρνύμενοι θνητοῖσι καταφθινύθουσιν ἀρούρας· καὶ πάλιν, εὖτ’ ἐθέλῃσθα, παλίντιτα πνεύματα θήσεις. παρακολουθεῖν τε αὑτῷ ἔλεγεν τοὺς μὲν μαντοσυνῶν κεχρημένους, τοὺς δ’ ἐπὶ νούσοισι δηρὸν δὴ χαλεπῇσι πεπαρμένους. ἄντικρυς γοῦν ἰάσεις τε καὶ σημεῖα καὶ τέρατα ἐπιτελεῖν τοὺς δικαίους ἐκ τῶν ἡμετέρων πεπιστεύκασι γραφῶν· εἰ γὰρ καὶ δυνάμεις τινὲς τούς τε ἀνέμους κινοῦσι καὶ τοὺς ὄμβρους διανέμουσιν, ἀλλ’ ἀκουσάτωσαν τοῦ ψαλμῳδοῦ· ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων. οὗτός ἐστιν ὁ τῶν δυνάμεων καὶ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν σιῶν κύριος, περὶ οὗ ὁ Μωυσῆς λέγει, ἵνα αὐτῷ συνῶμεν· καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ κύριος ὁ θεὸς ὑμῶν οὗτος κύριος τῶν κυρίων καὶ θεὸς τῶν θεῶν ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ τὰ ἐπὶ τούτοις. ὅ τε Ἡσαΐας ἄρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν λέγει καὶ ἴδετε· τίς κατέδειξεν ταῦτα πάντα;