Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

6.45 φησὶ γοῦν ἡ γραφή· λέγει ὁ Ἅιδης τῇ ἀπωλείᾳ· εἶδος μὲν αὐτοῦ οὐκ εἴδομεν, φωνὴν δὲ αὐτοῦ ἠκούσαμεν. οὐχ ὁ τόπος δή που φωνὴν λαβὼν εἶπεν τὰ προειρημένα, ἀλλ’ οἱ ἐν Ἅιδου καταταγέντες καὶ εἰς ἀπώλειαν ἑαυτοὺς ἐκδεδωκότες καθάπερ ἔκ τινος νεὼς εἰς θάλασσαν ἑκόντες ἀπορρίψαντες, οὗτοι τοίνυν εἰσὶν οἱ ἐπακούσαντες τῆς θείας δυνάμεώς τε καὶ φωνῆς· ἐπεὶ τίς ἂν εὖ φρονῶν ἐν μιᾷ καταδίκῃ καὶ τὰς τῶν δικαίων καὶ τὰς τῶν ἁμαρτωλῶν ὑπολάβοι εἶναι ψυχάς, ἀδικίαν τῆς προνοίας καταχέων; τί δ’; οὐχὶ δηλοῦσιν εὐηγγελίσθαι τὸν κύριον τοῖς τε ἀπολωλόσιν ἐν τῷ κατακλυσμῷ, μᾶλλον δὲ πεπεδημένοις, καὶ τοῖς ἐν φυλακῇ τε καὶ φρουρᾷ συνεχομένοις; δέδεικται δὲ κάν τῷ δευτέρῳ Στρωματεῖ τοὺς ἀποστόλους ἀκολούθως τῷ κυρίῳ καὶ τοὺς ἐν Ἅιδου εὐηγγελισμένους· ἐχρῆν γάρ, οἶμαι, ὥσπερ κἀνταῦθα, οὕτως δὲ κἀκεῖσε τοὺς ἀρίστους τῶν μαθητῶν μιμητὰς γενέσθαι τοῦ διδασκάλου, ἵν’ ὃ μὲν τοὺς ἐξ Ἑβραίων, οἳ δὲ τὰ ἔθνη εἰς ἐπιστροφὴν ἀγάγωσι, τουτέστιν τοὺς ἐν δικαιοσύνῃ τῇ κατὰ νόμον καὶ κατὰ φιλοσοφίαν βεβιωκότας μέν, οὐ τελείως δέ, ἀλλ’ ἁμαρτητικῶς διαπεραναμένους τὸν βίον· τουτὶ γὰρ ἔπρεπεν τῇ θείᾳ οἰκονομίᾳ τοὺς ἀξίαν μᾶλλον ἐσχηκότας ἐν δικαιοσύνῃ καὶ προηγουμένως βεβιωκότας ἐπί τε τοῖς πλημμεληθεῖσι μετανενοηκότας, κἂν ἐν ἄλλῳ τόπῳ τύχωσιν ἐξομολογούμενοι. ἐν τοῖς τοῦ θεοῦ ὄντας τοῦ παντοκράτορος κατὰ τὴν οἰκείαν ἑκάστου γνῶσιν σωθῆναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi