Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

9.76 Πῶς οὖν ἔτι τούτῳ τῆς ἀνδρείας χρεία, μὴ γινομένῳ ἐν δεινοῖς, τῷ γε μὴ παρόντι, ὅλως δὲ ἤδη συνόντι τῷ ἐραστῷ; τίς δὲ καὶ σωφροσύνης ἀνάγκη μὴ χρῄζοντι αὐτῆς; τὸ γὰρ ἔχειν τοιαύτας ἐπιθυμίας, ὡς σωφροσύνης δεῖσθαι πρὸς τὴν τούτων ἐγκράτειαν, οὐδέπω καθαροῦ, ἀλλ’ ἐμπαθοῦς, ἀνδρεία τε διὰ φόβον καὶ δειλίαν παραλαμβάνεται. οὐ γὰρ δὴ πρέπον ἔτι τὸν φίλον τοῦ θεοῦ, ὃν προώρισεν ὁ θεὸς πρὸ καταβολῆς κόσμου εἰς τὴν ἄκραν ἐγκαταλεγῆναι υἱοθεσίαν, ἡδοναῖς ἢ φόβοις περιπίπτειν καὶ περὶ τὴν καταστολὴν ἀπασχολεῖσθαι τῶν παθῶν. τολμήσας γὰρ φήσαιμ’ ἄν· καθάπερ προωρισμένως κεῖται δἰ ὧν πράξει καὶ οὗ τεύξεται, οὕτως καὶ αὐτὸς προορίσας ἔχει δἰ ὧν ἔγνω ὃν ἠγάπησεν, οὐκ ἔχων δυστέκμαρτον τὸ μέλλον, καθάπερ οἱ πολλοὶ στοχαζόμενοι βιοῦσιν, ἀπειληφὼς δὲ διὰ πίστεως γνωστικῆς, ὃ τοῖς ἄλλοις ἄδηλον.
9.77 κἄστιν αὐτῷ δἰ ἀγάπην ἐνεστὸς ἤδη τὸ μέλλον· πεπίστευκεν γὰρ διά τε τῆς προφητείας διά τε τῆς παρουσίας τῷ μὴ ψευδομένῳ θεῷ καὶ, ὅ πεπίστευκεν, ἔχει καὶ κρατεῖ τῆς ἐπαγγελίας (ἀλήθεια δὲ ὁ ἐπαγγειλάμενος) καὶ τὸ τέλος τῆς ἐπαγγελίας διὰ τῆς ἀξιοπιστίας τοῦ ἐπαγγειλαμένου κατ’ ἐπιστήμην βεβαίως ἀπείληφεν. ὁ δὲ τὴν ἐν οἷς ἐστι κατάστασιν βεβαίαν τῶν μελλόντων κατάληψιν εἰδὼς δἰ ἀγάπης προαπαντᾷ τῷ μέλλοντι. αὐτίκα οὐδὲ εὔξεται τυχεῖν τῶν τῇδε ὁ τεύξεσθαι πεπεισμένος τῶν ὄντως ἀγαθῶν, ἔχεσθαι δὲ ἀεὶ τῆς ἐπηβόλου καὶ κατορθωτικῆς πίστεως. καὶ πρὸς τοῖσδε παμπόλλους ὡς ὅτι μάλιστα ὁμοίους αὐτῷ γενέσθαι εὔξεται, εἰς δόξαν τοῦ θεοῦ, ἣ κατ’ ἐπίγνωσιν τελειοῦται· σωτήριος γάρ τις ὁ τῷ σωτῆρι ἐξομοιούμενος, εἰς ὅσον ἀνθρωπίνῃ φύσει χωρῆσαι τὴν εἰκόνα θέμις, ἀπαραβάτως τὰ κατὰ τὰς ἐντολὰς κατορθῶν. οὗ δ’ ἔστι τὸ θρῃσκεύειν τὸ θεῖον διὰ τῆς ὄντως δικαιοσύνης, ἔργων τε καὶ γνώσεως,
9.78 τούτου φωνὴν κατὰ τὴν εὐχὴν οὐκ ἀναμένει κύριος, αἴτησαι λέγων καὶ ποιήσω· ἐννοήθητι καὶ δώσω.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi