Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

9.78 Καθόλου γὰρ ἐν τῷ τρεπομένῳ τὸ ἄτρεπτον ἀδύνατον λαβεῖν πῆξιν καὶ σύστασιν, ἐν τροπῇ δὲ τῇ συνεχεῖ, καὶ διὰ τοῦτο ἀστάτου τοῦ ἡγεμονικοῦ γινομένου, ἡ ἑκτικὴ δύναμις οὐ σῴζεται. ὃ γὰρ ὑπὸ τῶν ἔξωθεν ὑπεισιόντων καὶ προσπιπτόντων ἀεὶ μεταβάλλεται, πῶς ἄν ποτε ἐν ἕξει καὶ διαθέσει καὶ συλλήβδην ἐν ἐπιστήμης κατοχῇ γένοιτ’ ἄν; καίτοι καὶ οἱ φιλόσοφοι τὰς ἀρετὰς ἕξεις καὶ διαθέσεις καὶ ἐπιστήμας οἴονται. ὡς δὲ οὐ συγγεννᾶται τοῖς ἀνθρώποις, ἀλλ’ ἐπίκτητός ἐστιν ἡ γνῶσις καὶ προσοχῆς μὲν δεῖται κατὰ τὰς ἀρχὰς ἡ μάθησις αὐτῆς ἐκθρέψεώς τε καὶ αὐξήσεως, ἔπειτα δὲ ἐκ τῆς ἀδιαλείπτου μελέτης εἰς ἕξιν ἔρχεται, οὕτως ἐν ἕξει τελειωθεῖσα τῇ μυστικῇ ἀμετάπτωτος δἰ ἀγάπην μένει· οὐ γὰρ μόνον τὸ πρῶτον αἴτιον καὶ τὸ ὑπ’ αὐτοῦ γεγεννημένον αἴτιον κατείληφεν καὶ περὶ τούτων ἐμπέδως ἔχει, μονίμως μονίμους καὶ ἀμεταπτώτους καὶ ἀκινήτους λόγους κεκτημένος, ἀλλὰ καὶ περὶ ἀγαθῶν καὶ περὶ κακῶν περί τε γενέσεως ἁπάσης καὶ συλλήβδην εἰπεῖν, περὶ ὧν ἐλάλησεν ὁ κύριος, τὴν ἀκριβεστάτην ἐκ καταβολῆς κόσμου εἰς τέλος ἀλήθειαν παρ’ αὐτῆς ἔχει τῆς ἀληθείας μαθών, οὐκ, εἴ πού τι φανείη πιθανὸν ἢ κατὰ λόγον Ἑλληνικὸν ἀναγκαστικόν, πρὸ αὐτῆς αἱρούμενος τῆς ἀληθείας, τὰ δὲ εἰρημένα ὑπὸ κυρίου σαφῆ καὶ πρόδηλα ἔχει λαβών. κἂν τοῖς ἄλλοις ᾖ ἔτι κεκρυμμένα, ἤδη περὶ πάντων εἴληφε τὴν γνῶσιν. τὰ λόγια δὲ τὰ παρ’ ἡμῖν θεσπίζει περί τε τῶν ὄντων ὡς ἔστι, περί τε τῶν μελλόντων ὡς ἔσται, περί τε τῶν γεγονότων ὡς ἐγένετο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi