Kitap 6
10.82
Οὔκουν ὡς ἀρεταῖς ταύταις συγχρώμενος ἡμῖν ὁ γνωστικὸς πολυμαθὴς ἔσται, ἀλλὰ συνεργοῖς τισι, κἀν τῷ διαστέλλειν τά τε κοινὰ καὶ τὰ ἴδια προσήσεται τὴν ἀλήθειαν· ἔστι γὰρ πάσης πλάνης καὶ ψευδοδοξίας αἴτιον τὸ μὴ δύνασθαι διακρίνειν, πῇ τε ἀλλήλοις τὰ ὄντα κοινωνεῖ καὶ πῇ διενήνοχεν. εἰ δὲ μὴ κατὰ τὰ διωρισμένα τις τὸν λόγον ἐφοδεύοι, λήσεται συγχέας τά τε κοινὰ καὶ τὰ ἴδια, τούτου δὲ γινομένου εἰς ἀνοδίαν καὶ πλάνην ἐμπίπτειν ἀναγκαῖον. ἡ διαστολὴ δὲ τῶν τε ὀνομάτων τῶν τε πραγμάτων κἀν ταῖς γραφαῖς αὐταῖς μέγα φῶς ἐντίκτει ταῖς ψυχαῖς· ἀναγκαῖον γὰρ ἐπακούειν τῶν τε πλείονα σημαινουσῶν λέξεων καὶ τῶν πλειόνων, ὅταν ἕν τι σημαίνωσιν· ὅθεν καὶ τὸ ὀρθῶς ἀποκρίνεσθαι περιγίνεται. τὴν πολλὴν δὲ ἀχρηστίαν παραιτητέον, ἀπασχολοῦσαν περὶ τὰ μηδὲν προσήκοντα, οἱονεὶ δὲ συναιτίοις προγυμνάσμασιν εἴς τε τὴν ἀκριβῆ παράδοσιν τῆς ἀληθείας, ὅσον ἐφικτόν, καὶ ἀπερίσπαστον συγχρωμένου τοῖς μαθήμασι τοῦ γνωστικοῦ καὶ εἰς προφυλακὴν τῶν κακοτεχνούντων λόγων πρὸς ἐκκοπὴν τῆς ἀληθείας.
10.83
οὐκ ἀπολειφθήσεται τοίνυν τῶν προκοπτόντων περὶ τὰς μαθήσεις τὰς ἐγκυκλίους καὶ τὴν Ἑλληνικὴν φιλοσοφίαν, ἀλλ’ οὐ κατὰ τὸν προηγούμενον λόγον, τὸν δὲ ἀναγκαῖον καὶ δεύτερον καὶ περιστατικόν· οἷς γὰρ ἂν πανούργως χρήσωνται οἱ κατὰ τὰς αἱρέσεις πονούμενοι, τούτοις ὁ γνωστικὸς εἰς εὖ καταχρήσεται. μερικῆς οὖν τυγχανούσης τῆς κατὰ τὴν Ἑλληνικὴν φιλοσοφίαν ἐμφαινομένης ἀληθείας, ἡ τῷ ὄντι ἀλήθεια, ὥσπερ ἥλιος ἐπιλάμψας τὰ χρώματα καὶ τὸ λευκὸν καὶ τὸ μέλαν, ὁποῖον ἕκαστον αὐτῶν, διαδείκνυσιν, οὕτως δὲ καὶ αὐτὴ πᾶσαν ἐλέγχει σοφιστικὴν πιθανολογίαν. εἰκότως ἄρα προαναπεφώνηται καὶ τοῖς Ἕλλησιν· ἀρχὰ μεγάλας ἀρετᾶς, ὤνασσα ἀλήθεια.