Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

11.84 Καθάπερ οὖν ἐπὶ τῆς ἀστρονομίας ἔχομεν ὑπόδειγμα τὸν Ἀβραάμ, οὕτως ἐπὶ τῆς ἀριθμητικῆς τὸν αὐτὸν Ἀβραάμ. ἀκούσας γὰρ ὅτι αἰχμάλωτος ἐλήφθη ὁ Λώτ, τοὺς ἰδίους οἰκογενεῖς τιη΄ ἀριθμήσας καὶ ἐπεξελθὼν πάμπολυν ἀριθμὸν τῶν πολεμίων χειροῦται. φασὶν οὖν εἶναι τοῦ μὲν κυριακοῦ σημείου τύπον κατὰ τὸ σχῆμα τὸ τριακοσιοστὸν στοιχεῖον, τὸ δὲ ἰῶτα καὶ τὸ ἦτα τοὔνομα σημαίνειν τὸ σωτήριον· μηνύεσθαι τοίνυν τοὺς Ἀβραὰμ οἰκείους εἶναι κατὰ τὴν σωτηρίαν, τοὺς τῷ σημείῳ καὶ τῷ ὀνόματι προσπεφευγότας, κυρίους γεγονέναι τῶν αἰχμαλωτιζόντων καὶ τῶν τούτοις ἀκολουθούντων παμπόλλων ἀπίστων ἐθνῶν. ἤδη δὲ ὁ μὲν τριακόσια ἀριθμὸς τριάς ἐστιν ἐν ἑκατοντάδι, ἡ δεκὰς δὲ ὁμολογεῖται παντέλειος εἶναι. ὁ δὲ ὀκτώ, κύβος ὁ πρῶτος, ἡ ἰσότης ἐν ἁπάσαις ταῖς διαστάσεσι, μήκους, πλάτους, βάθους.
11.84 Αἵ τε ἡμέραι τῶν ἀνθρώπων ἔσονται, φησίν, ἔτη ρκ΄. ἔστι δὲ ὁ ἀριθμὸς ἀπὸ μονάδος κατὰ σύνθεσιν πεντεκαιδέκατος, σελήνη δὲ πεντεκαιδεκάτῃ πλησιφαὴς γίνεται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi