Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

2.8 Σόλωνος δὲ ποιήσαντος· τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηται. ἄντικρυς ὁ Θέογνις γράφει· τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται. ὅθεν καὶ ὁ Θουκυδίδης ἐν ταῖς ἱστορίαις εἰώθασιν δὲ οἱ πολλοὶ τῶν ἀνθρώπων φησίν, οἷς ἂν μάλιστα καὶ δἰ ἐλαχίστου ἀπροσδόκητος εὐπραγία ἔλθῃ, εἰς ὕβριν τρέπεσθαι. καὶ Φίλιστος ὁμοίως τὰ αὐτὰ μιμεῖται ὧδε λέγων· τὰ δὲ πολλὰ κατὰ λόγον τοῖς ἀνθρώποις εὐτυχοῦντα ἀσφαλέστερα ἢ παρὰ δόξαν· καὶ κακοπραγίαν · εἰώθασι γὰρ μάλιστα οἱ παρὰ δόξαν ἀπροσδοκήτως εὖ πράσσοντες εἰς ὕβριν τρέπεσθαι.
2.9 Πάλιν Εὐριπίδου ποιήσαντος· ἐκ γὰρ πατρὸς καὶ μητρὸς ἐκπονουμένων σκληρὰς διαίτας οἱ γόνοι βελτίονες, Κριτίας γράφει· ἄρχομαι δέ τοι ἀπὸ γενετῆς ἀνθρώπου· πῶς ἂν βέλτιστος τὸ σῶμα γένοιτο καὶ ἰσχυρότατος; εἰ ὁ φυτεύων γυμνάζοιτο καὶ ἐσθίοι ἐρρωμένως καὶ ταλαιπωροίη τὸ σῶμα καὶ ἡ μήτηρ τοῦ παιδίου τοῦ μέλλοντος ἔσεσθαι ἰσχύοι τὸ σῶμα καὶ γυμνάζοιτο.
2.9 Αὖθίς τε Ὁμήρου ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος εἰπόντος· ἐν μὲν γαῖαν ἔτευξ̓, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν· ἐν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο. Φερεκύδης ὁ Σύριος λέγει· Ζᾶς ποιεῖ φᾶρος μέγα τε καὶ καλὸν καὶ ἐν αὐτῷ ποικίλλει γῆν καὶ Ὠγηνὸν καὶ τὰ Ὠγηνοῦ δώματα.
2.9 Ὁμήρου τε εἰπόντος· αἰδώς, ἥτ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησιν, Εὐριπίδης ἐν Ἐρεχθεῖ γράφει· αἰδοῦς δὲ καὐτὸς δυσκρίτως ἔχω πέρι· καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi