Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

11.85 ἔστι δὲ καὶ ἄλλως ὁ ἑκατὸν εἴκοσι τρίγωνος ἀριθμὸς καὶ συνέστηκεν ἐξ ἰσότητος μὲν τοῦ ξδ΄ ὧν ἡ κατὰ μέρος σύνθεσις τετραγώνους γεννᾷ, α΄ γ΄ ε΄ ζ΄ θ΄ ια΄ ιγ΄ ιε΄, ἐξ ἀνισότητος δὲ τοῦ νς΄, ἑπτὰ τῶν ἀπὸ δυάδος ἀρτίων, οἳ γεννῶσι τοὺς ἑτερομήκεις, β΄ δ΄ ς΄ η΄ ι΄ ιβ΄ ιδ΄. κατ’ ἄλλο πάλιν σημαινόμενον συνέστηκεν ὁ ἑκατὸν κ΄ ἀριθμὸς ἐκ τεσσάρων, ἑνὸς μὲν τριγώνου τοῦ πεντεκαιδεκάτου, ἑτέρου δὲ τετραγώνου τοῦ κε΄, τρίτου δὲ πενταγώνου τοῦ λε΄, τετάρτου δὲ ἑξαγώνου τοῦ με΄. κατὰ γὰρ τὴν αὐτὴν ἀναλογίαν ὁ ε΄ παρείληπται καθ’ ἕκαστον εἶδος· τῶν μὲν γὰρ τριγώνων ἀπὸ μονάδος ε΄ δὲ ὁ ιε΄, τῶν δὲ τετραγώνων ὁ κε΄, καὶ τῶν ἑξῆς ἀναλόγως. ναὶ μὴν ὁ κε΄ ἀριθμός, ε΄ ἀπὸ μονάδος ὤν, τῆς Λευιτικῆς φυλῆς εἶναι σύμβολον λέγεται, ὁ δὲ λε΄ καὶ αὐτὸς ἔχεται τοῦ ἐκ τῶν διπλασίων διαγράμματος ἀριθμητικοῦ καὶ γεωμετρικοῦ καὶ ἁρμονικοῦ τοῦ ς΄ η΄ θ΄ ιβ΄, ὧν ἡ σύνθεσις γεννᾷ τὸν λε΄· ἐν ταύταις ταῖς ἡμέραις Ἰουδαῖοι διαπλάσσεσθαι τὰ ἑπτάμηνα λέγουσιν. ὁ δὲ με΄ τοῦ ἐκ τῶν τριπλασίων διαγράμματος τοῦ ς΄ θ΄ ιβ΄ ιη΄, ὧν ἡ σύνθεσις γεννᾷ τὸν με΄, καὶ ἐν ταύταις ὁμοίως ταῖς ἡμέραις τὰ ἐννεάμηνα διαπλάσσεσθαί φασι.
11.86 Τοῦτο μὲν οὖν τὸ εἶδος τοῦ ἀριθμητικοῦ ὑποδείγματος· γεωμετρίας δὲ ἔστω μαρτύριον ἡ κατασκευαζομένη σκηνὴ καὶ τεκταινομένη κιβωτός, ἀναλογίαις τισὶ λογικωτάταις, θείαις ἐπινοίαις κατασκευαζόμεναι, κατὰ συνέσεως δόσιν, ἐκ τῶν αἰσθητῶν εἰς τὰ νοητά, μᾶλλον δὲ ἐκ τῶνδε εἰς τὰ ἅγια καὶ τῶν ἁγίων τὰ ἅγια μεταγούσης ἡμᾶς. τὰ μὲν γὰρ τετράγωνα ξύλα τῷ τὸ τετράγωνον σχῆμα πάντῃ βεβηκέναι ὀρθὰς γωνίας ἐπιτελοῦν τὸ ἀσφαλὲς δηλοῖ. καὶ μῆκος μὲν τριακόσιοι πήχεις τοῦ κατασκευάσματος, πλάτος δὲ ν΄, βάθος δὲ λ΄· καὶ εἰς πῆχυν ἄνωθεν συντελεῖται, ἐκ τῆς πλατείας βάσεως ἀποξυνομένη πυραμίδος τρόπον, ἡ κιβωτός, τῶν διὰ πυρὸς καθαιρομένων καὶ δοκιμαζομένων σύμβολον. ἡ γεωμετρικὴ αὕτη παρέχεται ἀναλογία εἰς παραπομπὴν τῶν ἁγίων ἐκείνων μονῶν, ὧν τὰς διαφορὰς αἱ διαφοραὶ τῶν ἀριθμῶν τῶν ὑποτεταγμένων μηνύουσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi