Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

2.10 Λάβοις δ’ ἂν ἐκ παραλλήλου τῆς κλοπῆς τὰ χωρία κἀκ τῶν συνακμασάντων καὶ ἀνταγωνισαμένων σφίσι τὰ τοιαῦτα, Εὐριπίδου μὲν ἐκ τοῦ Ὀρέστου· ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου, Σοφοκλέους δ’ ἐκ τῆς Ἐριφύλης· ἄπελθε· κινεῖς ὕπνον ἰητρὸν νόσου, καὶ Εὐριπίδου μὲν ἐξ Ἀντιγόνης· ὀνόματι μεμπτὸν τὸ νόθον, ἡ φύσις δ’ ἴση, Σοφοκλέους δὲ ἐξ Ἀλεαδῶν· ἅπαν τὸ χρηστὸν τὴν ἴσην ἔχει φύσιν, πάλιν Εὐριπίδου μὲν ἐκ Τημένου· τῷ γὰρ πονοῦντι καὶ θεὸς συλλαμβάνει, Σοφοκλέους δὲ ἐν Μίνῳ· οὐκ ἔστι τοῖς μὴ δρῶσι σύμμαχος τύχη, ναὶ μὴν Εὐριπίσου μὲν ἐξ Ἀλεξάνδρου· χρόνος δὲ δείξει σʼ· ᾧ τεκμηρίῳ μαθὼν ἢ χρηστὸν ὄντα γνώσομαί σε ἤτοι κακόν, Σοφοκλέους δὲ ἐξ Ἱππόνου· πρὸς ταῦτα κρύπτε μηδέν, ὡς ὁ πάνθ’ ὁρῶν καὶ πάντ’ ἀκούων πάντ’ ἀναπτύσσει χρόνος.
2.11 Ἀλλὰ κἀκεῖνα ὁμοίως ἐπιδράμωμεν. Εὐμήλου γὰρ ποιήσαντος· Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἐννέα κοῦραι, Σόλων τῆς ἐλεγείας ὧδε ἄρχεται· Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα.
2.11 Πάλιν αὖ τὸ Ὁμηρικὸν παραφράζων Εὐριπίδης· τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πτόλις ἠδὲ τοκῆες; τοῖσδε χρῆται τοῖς ἰαμβείοις ἐν τῷ Αἰγεῖ· ποίαν σε φῶμεν γαῖαν ἐκλελοιπότα πόλει ξενοῦσθαι τῇδε; τίς πάτρας θ’ ὅρος; τίς ἔσθ’ ὁ φύσας; τοῦ κεκήρυξαι πατρός;
2.11 Τί δ’; οὐ Θεόγνιδος εἰπόντος· οἶνος πινόμενος πουλὺς κακός· ἢν δέ τις αὐτῷ χρῆται ἐπισταμένως, οὐ κακὸν ἀλλ’ ἀγαθόν, Πανὐαςςις γράφει· ὡς οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον, πινόμενος κατὰ μέτρον, ὑπέρμετρος δὲ χερείων.
2.12 Ἀλλὰ καὶ Ἡσιόδου λέγοντος· σοὶ δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται, Εὐριπίδης ποιεῖ· ἀντὶ πυρὸς δὲ γὰρ ἄλλο πῦρ μεῖζον καὶ δυσμαχώτερον βλάστον γυναῖκες.
2.12 Πρὸς τούτοις Ὁμήρου λέγοντος· γαστέρα δ’ οὔ πως ἔστιν ἀποπλῆσαι μεμαυῖαν, οὐλομένην, ἣ πολλὰ κάκ’ ἀνθρώποισι δίδωσιν, Εὐριπίδης ποιεῖ· νικᾷ δὲ χρεία μ’ ἡ κακῶς τε ὀλουμένη γαστήρ, ἀφ’ πάντα γίνεται κακά.
2.12 Ἔτι Καλλίᾳ τῷ κωμικῷ γράφοντι· μετὰ μαινομένων φασὶν χρῆναι μαίνεσθαι πάντας ὁμοίως, Μένανδρος ἐν Πωλουμένοις παρισάζεται λέγων· οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν· καὶ συμμανῆναι δ’ ἔνια δεῖ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi