Kitap 6
14.112
καθάπερ οὖν τοῖς ἀπείροις τοῦ λυρίζειν λύρας οὐχ ἁπτέον οὐδὲ μὴν τοῖς ἀπείροις τοῦ αὐλεῖν αὐλῶν, οὕτως οὐδὲ πραγμάτων ἁπτέον τοῖς μὴ τὴν γνῶσιν εἰληφόσι καὶ εἰδόσιν ὅπως αὐτοῖς παρ’ ὅλον τὸν βίον χρηστέον. τὸν γουν τῆς ἐλευθερίας ἀγῶνα οὐ μόνον ἐν πολέμοις ἀγωνίζονται οἱ πολέμων ἀθληταί, ἀλλὰ καὶ ἐν συμποσίοις καὶ ἐπὶ κοίτης κἀν τοῖς δικαστηρίοις οἱ ἀλειψάμενοι τῷ λόγῳ, αἰχμάλωτοι γενέσθαι ἡδονῆς αἰσχυνόμενοι· οὐ μήποτε τὰν ἀρετὰν ἀλλάξομαι ἀντ’ ἀδίκου κέρδους. ἄδικον δὲ ἄντικρυς κέρδος ἡδονὴ καὶ λύπη πόθος τε καὶ φόβος καὶ συνελόντι εἰπεῖν τὰ πάθη τῆς ψυχῆς, ὧν τὸ παραυτίκα τερπνὸν ἀνιαρὸν εἰς τοὐπιόν. τί γὰρ ὄφελος, ἐὰν τὸν κόσμον κερδήσῃς, φησί, τὴν δὲ ψυχὴν ἀπολέσῃς; δῆλον οὖν τοὺς μὴ ἐπιτελοῦντας τὰς καλὰς πράξεις οὐδὲ γιγνώσκειν τὰ ὠφέλιμα ἑαυτοῖς. εἰ δὲ τοῦτο, οὐδὲ εὔξασθαι ὀρθῶς οἷοί τε οὗτοι παρὰ τοῦ θεοῦ λαβεῖν τὰ ἀγαθά, ἀγνοοῦντες τὰ ὄντως ἀγαθά, οὐδ’ ἂν λαβόντες αἴσθοιντο τῆς δωρεᾶς οὐδ’ ἄν τι ἀπολαύσειαν κατ’ ἀξίαν οὗ μὴ ἔγνωσαν, ὑπό τε τῆς ἀπειρίας τοῦ χρήσασθαι τοῖς δοθεῖσι καλῶς ὑπό τε τῆς ἄγαν ἀμαθίας, μηδέπω πῶς χρηστέον ταῖς θείαις δωρεαῖς ἐγνωκότες. ἀμαθία δὲ ἀγνοίας αἰτία.