Kitap 6
14.113
Καί μοι δοκεῖ κομπώδους μὲν εἶναι ψυχῆς καύχημα, πλὴν εὐσυνειδήτου, ἐπιφθέγγεσθαι τοῖς κατὰ περίστασιν συμβαίνουσι· πρὸς ταῦθ’ ὅ τι χρὴ καὶ παλαμάσθων· τὸ γὰρ εὖ μετ’ ἐμοῦ καὶ τὸ δίκαιον σύμμαχον ἔσται, καὶ οὐ μή ποτε ἁλῶ, καλὰ πράσσων. αὕτη δὲ ἡ εὐσυνειδησία τὸ ὅσιον τὸ πρὸς τὸν θεὸν καὶ τὸ πρὸς τοὺς ἀνθρώπους δίκαιον διασῴζει, καθαρὰν τὴν ψυχὴν φυλάττουσα διανοήμασι σεμνοῖς καὶ λόγοις ἁγνοῖς καὶ τοῖς δικαίοις ἔργοις. οὕτως δύναμιν λαβοῦσα κυριακὴν ἡ ψυχὴ μελετᾷ εἶναι θεός, κακὸν μὲν οὐδὲν ἄλλο πλὴν ἀγνοίας εἶναι νομίζουσα καὶ τῆς μὴ κατὰ τὸν ὀρθὸν λόγον ἐνεργείας, ἀεὶ δὲ εὐχαριστοῦσα ἐπὶ πᾶσι τῷ θεῷ δἰ ἀκοῆς δικαίας καὶ ἀναγνώσεως θείας, διὰ ζητήσεως ἀληθοῦς, διὰ προσφορᾶς ἁγίας, δἰ εὐχῆς μακαρίας, αἰνοῦσα, ὑμνοῦσα, εὐλογοῦσα, ψάλλουσα· οὐ διορίζεταί ποτε τοῦ θεοῦ κατ’ οὐδένα καιρὸν ἡ τοιάδε ψυχή. εἰκότως οὖν εἴρηται· καὶ οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ. ὁρᾷς οἷα περὶ τῶν γνωστικῶν διαλέγεται ἡ σοφία.