Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

2.12 Ἀντιμάχου τε τοῦ Τηίου εἰπόντος· ἐκ γὰρ δώρων πολλὰ κάκ’ ἀνθρώποισι πέλονται, Ἀγίας ἐποίησεν· δῶρα γὰρ ἀνθρώπων νοῦν ἤπαφεν ἠδὲ καὶ ἔργα.
2.13 Ἡσιόδου δὲ εἰπόντος· οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ’ ἄμεινον τῆς ἀγαθῆς· τῆς δ’ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο, Σιμωνίδης εἶπεν· γυναικὸς δ’ οὐδὲν χρῆμα ἀνὴρ ληίζεται ἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς.
2.13 Πάλιν Ἐπιχάρμου εἰπόντος· ὡς πολὺν ζήσων χρόνον χὠς ὀλίγον οὕτως διανοοῦ. Εὐριπίδης γράφει· τί δήποτε ὄλβῳ μὲν μὴ σαφεῖ βεβηκότες οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι;
2.13 Ὁμοίως τοῦ κωμικοῦ Διφίλου εἰπόντος· εὐμετάβολός ἐστιν ἀνθρώπων βίος, Ποσείδιππος· οὐδεὶς ἄλυπος τὸν βίον διήγαγεν ἄνθρωπος ὢν οὐδὲ μέχρι τοῦ τέλους πάλιν ἔμεινεν ἀτυχῶν. καὶ κατάλληλά σοί φησιν ὁ Πλάτων γράφων περὶ ἀνθρώπου εὐμεταβόλου ζῴου.
2.13 Αὖθις Εὐριπίδου εἰπόντος· ὦ πολύμοχθος βιοτὴ θνητοῖς, ὡς ἐπὶ παντὶ σφαλερὰ κεῖσαι, καὶ τὰ μὲν αὔξεις, τὰ δὲ ἀποφθινύθεις, καὶ οὐκ ἔστιν ὅρος κείμενος οὐδεὶς εἰς ὅντινα χρὴ τελέσαι θνητοῖς, πλὴν ὅταν ἔλθῃ κρυερὰ Διόθεν θανάτου πεμφθεῖσα τελευτή, Δίφιλος γράφει· οὐκ ἔστι βίος ὃς οὐχὶ κέκτηται κακά, λύπας, μερίμνας, ἁρπαγάς, στρέβλας, νόσους. τούτων ὁ θάνατος καθάπερ ἰατρὸς φανεὶς ἀνέπαυσεν τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ.
2.14 Ἔτι τοῦ Εὐριπίδου εἰπόντος· πολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί, ὁ τραγικὸς ὁμοίως Θεοδέκτης γράφει· τὸ μὴ βεβαίους τὰς βροτῶν εἶναι τύχας.
2.14 Βακχυλίδου τε εἰρηκότος· παύροισι δὲ θνητῶν τὸν ἅπαντα χρόνον δαίμων ἔδωκεν πράσσοντας ἐν καιρῷ πολιοκρόταφον γῆρας ἱκνεῖσθαι, πρὶν ἐγκῦρσαι δύᾳ, Μοσχίων ὁ κωμικὸς γράφει· κεῖνος δ’ ἁπάντων ἐστὶ μακαριώτατος. ὃς διὰ τέλους ζῶν ὁμαλὸν ἤσκησεν βίον.
2.14 Εὕροις δ’ ἂν καὶ Θεόγνιδος εἰπόντος· οὔτοι χρήσιμόν ἐστι νέα γυνὴ ἀνδρὶ γέροντι· οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος, Ἀριστοφάνη τὸν κωμικὸν γράφοντα· αἰσχρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi