Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

15.120 Δύναται δὲ ὁ ὑπὸ τοῦ ἀποστόλου λεγόμενος ἐγκεντρισμὸς εἰς τὴν καλλιέλαιον γίγνεσθαι, τὸν Χριστὸν αὐτόν, τῆς ἀνημέρου καὶ ἀπίστου φύσεως καταφυτευομένης εἰς Χριστόν, τουτέστι τῶν εἰς Χριστὸν πιστευόντων· ἄμεινον δὲ τὴν ἑκάστου πίστιν ἐν αὐτῇ ἐγκεντρίζεσθαι τῇ ψυχῇ. καὶ γὰρ τὸ ἅγιον πνεῦμα ταύτῃ πως μεταφυτεύεται διανενεμημένον κατὰ τὴν ἑκάστου περιγραφὴν ἀπεριγράφως. περὶ δὲ τῆς γνώσεως ὁ Σολομὼν διαλεγόμενος τάδε φησί· λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν· φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι. ὁ ὀρθρίσας ἐπ’ αὐτὴν οὐ κοπιάσει· τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης, καὶ ὁ ἀγρυπνήσας δἰ αὐτὴν ταχέως ἀμέριμνος ἔσται· ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα (οὐ γὰρ πάντων ἡ γνῶσις) καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς· τρίβοι δὲ ἡ τοῦ βίου διεξαγωγὴ καὶ ἡ κατὰ τὰς διαθήκας πολυειδία. αὐτίκα ἐπιφέρει·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi