Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

15.124 αὐτίκα ὁ Παῦλος τὸν Τιμόθεον περιέτεμεν διὰ τοὺς ἐξ Ἰουδαίων πιστεύοντας, ἵνα μή, καταλύοντος αὐτοῦ τὰ ἐκ τοῦ νόμου σαρκικώτερον προειλημμένα, ἀποστῶσι τῆς πίστεως οἱ ἐκ νόμου κατηχούμενοι, εἰδὼς ἀκριβῶς ὅτι περιτομὴ οὐ δικαιοῖ· τοῖς πᾶσι γὰρ πάντα γίγνεσθαι ὡμολόγει, κατὰ συμπεριφορὰν σῴζων τὰ κύρια τῶν δογμάτων, ἵνα πάντας κερδήσῃ. Δανιὴλ δὲ τὸν μανιάκην ἐβάστασεν ἐπὶ τοῦ βασιλέως τῶν Περσῶν, μὴ ὑπεριδὼν θλιβῆναι τὸν λεών. ψεῦσται τοίνυν τῷ ὄντι οὐχ οἱ συμπεριφερόμενοι δἰ οἰκονομίαν σωτηρίας οὐδ’ οἱ περί τινα τῶν ἐν μέρει σφαλλόμενοι, ἀλλ’ οἱ εἰς τὰ κυριώτατα παραπίπτοντες καὶ ἀθετοῦντες μὲν τὸν κύριον τὸ ὅσον ἐπ’ αὐτοῖς, ἀποστεροῦντες δὲ τοῦ κυρίου τὴν ἀληθῆ διδασκαλίαν, οἱ μὴ κατ’ ἀξίαν τοῦ θεοῦ καὶ τοῦ κυρίου τὰς γραφὰς λαλοῦντές τε καὶ παραδιδόντες· παραθήκη γὰρ ἀποδιδομένη θεῷ ἡ κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν διὰ τῶν ἀποστόλων αὐτοῦ τῆς θεοσεβοῦς παραδόσεως σύνεσίς τε καὶ συνάσκησις· ὃ δὲ ἀκούετε εἰς τὸ οὖς (ἐπικεκρυμμένως δηλονότι καὶ ἐν μυστηρίῳ, τὰ τοιαῦτα γὰρ εἰς τὸ οὖς λέγεσθαι ἀλληγορεῖται), ἐπὶ τῶν δωμάτων, φησί, κηρύξατε, μεγαλοφρόνως τε ἐκδεξάμενοι καὶ ὑψηγόρως παραδιδόντες καὶ κατὰ τὸν τῆς ἀληθείας κανόνα διασαφοῦντες τὰς γραφάς· οὔτε γὰρ ἡ προφητεία οὔτε ὁ σωτὴρ αὐτὸς ἁπλῶς οὕτως, ὡς τοῖς ἐπιτυχοῦσιν εὐάλωτα εἶναι, τὰ θεῖα μυστήρια ἀπεφθέγξατο, ἀλλ’ ἐν παραβολαῖς διελέξατο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi