Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

15.130 λέγεται δ’ οὖν εἶδος τῆς προφητείας ἡ παροιμία κατὰ τὴν βάρβαρον φιλοσοφίαν λέγεταί τε καὶ παραβολὴ τό τε αἴνιγμα ἐπὶ τούτοις. ἀλλὰ μὴν καὶ σοφία λέγεται, καὶ ὡς ἕτερον αὐτῆς ἡ παιδεία λόγοι τε αὖ φρονήσεως καὶ στροφαὶ λόγων καὶ δικαιοσύνη ἀληθὴς διδασκαλία τε αὖ τοῦ κατευθῦναι κρῖμα καὶ πανουργία ἀκάκοις κατὰ τὴν παιδείαν περιγινομένη αἴσθησίς τε καὶ ἔννοια τῷ νεοκατηχήτῳ γινομένη. ὁ τούτων ἀκούσας, φησί, τῶν προφητῶν σοφὸς σοφώτερος ἔσται, κυβέρνησιν δὲ ὁ νοήμων κτήσεται καὶ νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. εἰ δὲ ἀπὸ Ἕλληνος τοῦ Διὸς τοῦ κατ’ ἐπίκλησιν Δευκαλίωνος τὰς Ἑλληνικὰς συνέβη κεκλῆσθαι διαλέκτους, ἐκ τῶν χρόνων, ὧν φθάσαντες παρεστήσαμεν, ῥᾴδιον συνιδεῖν ὅσαις γενεαῖς τῆς Ἑβραίων φωνῆς αἱ παρ’ Ἕλλησι μεταγενέστεραι διάλεκτοι ὑπάρχουσι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi