Kitap 6
16.137
πάλιν τε αὖ ὡς αἴσθησις πρὸς τὸ αἰσθητόν, οὕτως νόησις πρὸς τὸ νοητόν. διτταὶ δὲ καὶ αἱ πράξεις, αἳ μὲν κατ’ ἔννοιαν, αἳ δὲ κατ’ ἐνέργειαν.
16.137
Καὶ ἡ μὲν πρώτη τῆς δεκαλόγου ἐντολὴ παρίστησιν, ὅτι μόνος εἷς ἐστιν θεὸς παντοκράτωρ, ὃς ἐκ τῆς Αἰγύπτου τὸν λαὸν μετήγαγεν διὰ τῆς ἐρήμου εἰς τὴν πατρῴαν γῆν, ὅπως καταλαμβάνωσι μὲν διὰ τῶν θείων ἐνεργημάτων, ὡς ἐδύναντο, τὴν δύναμιν αὐτοῦ, ἀφιστῶνται δὲ τῆς τῶν γενητῶν εἰδωλολατρείας, τὴν πᾶσαν ἐλπίδα ἐπὶ τὸν κατ’ ἀλήθειαν ἔχοντες θεόν. ὁ δεύτερος δὲ ἐμήνυεν λόγος μὴ δεῖν λαμβάνειν μηδὲ ἐπιφέρειν τὸ μεγαλεῖον κράτος τοῦ θεοῦ (ὅπερ ἐστὶ τὸ ὄνομα· τοῦτο γὰρ μόνον ἐχώρουν, ὡς καὶ ἔτι νῦν οἱ πολλοί, μαθεῖν) — μὴ φέρειν τούτου τὴν ἐπίκλησιν ἐπὶ τὰ γενητὰ καὶ μάταια, ἃ δὴ οἱ τεχνῖται τῶν ἀνθρώπων πεποιήκασι, καθ’ ὧν ὁ ὢν οὐ τάσσεται· ἐν ταὐτότητι γὰρ ἀγενήτῳ ὁ ὢν αὐτὸς μόνος. τρίτος δέ ἐστι λόγος ὁ μηνύων γεγονέναι πρὸς τοῦ θεοῦ τὸν κόσμον καὶ δεδωκέναι ἀνάπαυσιν ἡμῖν ἑβδόμην ἡμέραν διὰ τὴν κατὰ τὸν βίον κακοπάθειαν· θεὸς γὰρ ἄκμητός τε καὶ ἀπαθὴς καὶ ἀπροσδεής, ἀναπαύλης δὲ ἡμεῖς οἱ σαρκοφοροῦντες δεόμεθα.