Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

16.141 ἐνταῦθα κατὰ μὲν τοὺς ἀριθμοὺς αὐτοὺς σῴζεται τῇ τάξει ἑκάστη μονὰς εἰς ἑβδομάδα τε καὶ ὀγδοάδα, κατὰ δὲ τὸν τῶν στοιχείων ἀριθμὸν ἕκτον γίνεται τὸ ζῆτα, καὶ ἕβδομον τὸ η. εἰσκλαπέντος δ’ οὐκ οἶδ’ ὅπως τοῦ ἐπισήμου εἰς τὴν γραφήν, ἐὰν οὕτως ἑπώμεθα, ἕκτη μὲν γίνεται ἡ ἑβδομάς, ἑβδόμη δὲ ἡ ὀγδοάς· διὸ καὶ ἐν τῇ ἕκτῃ ὁ ἄνθρωπος λέγεται πεποιῆσθαι ὁ τῷ ἐπισήμῳ πιστὸς γενόμενος ὡς εὐθέως κυριακῆς κληρονομίας ἀνάπαυσιν ἀπολαβεῖν. τοιοῦτόν τι καὶ ἡ ἕκτη ὥρα τῆς σωτηρίου οἰκονομίας ἐμφαίνει, καθ’ ἣν ἐτελειώθη ὁ ἄνθρωπος. ναὶ μὴν τῶν μὲν ὀκτὼ αἱ μεσότητες γίνονται ἑπτά, τῶν δὲ ἑπτὰ φαίνονται εἶναι τὰ διαστήματα ἕξ. ἄλλος γὰρ ἐκεῖνος λόγος, ἐπὰν ἑβδομὰς δοξάζῃ τὴν ὀγδοάδα καὶ οἱ οὐρανοὶ τοῖς οὐρανοῖς διηγοῦνται δόξαν θεοῦ. οἱ τούτων αἰσθητοὶ τύποι τὰ παρ’ ἡμῖν φωνήεντα στοιχεῖα. οὕτως καὶ αὐτὸς εἴρηται ὁ κύριος ἄλφα καὶ ὦ, ἀρχὴ καὶ τέλος, δι οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. οὐ τοίνυν, ὥσπερ τινὲς ὑπολαμβάνουσι τὴν ἀνάπαυσιν τοῦ θεοῦ, πέπαυται ποιῶν ὁ θεός· ἀγαθὸς γὰρ ὤν, εἰ παύσεταί ποτε ἀγαθοεργῶν, καὶ τοῦ θεὸς εἶναι παύσεται, ὅπερ οὐδὲ εἰπεῖν θέμις.
16.142 ἔστιν δ’ οὖν καταπεπαυκέναι τὸ τὴν τάξιν τῶν γενομένων εἰς πάντα χρόνον ἀπαραβάτως φυλάσσεσθαι τεταχέναι καὶ τῆς παλαιᾶς ἀταξίας ἕκαστον τῶν κτισμάτων καταπεπαυκέναι· αἱ μὲν γὰρ κατὰ τὰς διαφόρους ἡμέρας δημιουργίαι ἀκολουθίᾳ μεγίστῃ παρειλήφεισαν ὡς ἂν ἐκ τοῦ προγενεστέρου τὴν τιμήν, τάξιν ἑξόντων ἁπάντων τῶν γενομένων, ἅμα νοήματι κτισθέντων, ἀλλ’ οὐκ ἐπ’ ἴσης ὄντων τιμίων· οὐδ’ ἄν φωνῇ δεδήλωτο ἡ ἑκάστου γένεσις ἀθρόως πεοιῆσθαι λεχθείσης τῆς δημιουργίας· ἐχρῆν γάρ τι καὶ πρῶτον ὀνομάσαι. διὰ τοῦτο ἄρα προεφητεύθη πρῶτα, ἐξ ὧν τὰ δεύτερα, πάντων ὁμοῦ ἐκ μιᾶς οὐσίας μιᾷ δυνάμει γενομένων· ἓν γάρ, οἶμαι, τὸ βούλημα τοῦ θεοῦ ἐν μιᾷ ταὐτότητι. πῶς δ’ ἂν ἐν χρόνῳ γένοιτο κτίσις, συγγενομένου τοῖς οὖσι καὶ τοῦ χρόνου;
16.142 Ἤδη δὲ καὶ ἐν ἑβδομάσι πᾶς ὁ κόσμος κυκλεῖται τῶν ζῳογονουμένων καὶ τῶν φυομένων ἁπάντων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi