Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

16.144 ἑπτατόνῳ φόρμιγγι νέους κελαδήσομεν ὕμνους, ποιητής τις οὐκ ἄσημος γράφει καὶ τὴν παλαιὰν λύραν ἑπτάφθογγον εἶναι διδάσκων. ἑπτὰ καὶ περὶ τῷ προσώπῳ τῷ ἡμετέρῳ ἐπίκειται τῶν αἰσθητηρίων τὰ ὄργανα, δύο μὲν τὰ τῶν ὀφθαλμῶν, δύο δὲ τὰ τῶν ἀκουστικῶν πόρων, δύο δὲ τὰ τῶν μυκτήρων, ἕβδομον δὲ τὸ τοῦ στόματος. τάς τε τῶν ἡλικιῶν μεταβολὰς κατὰ ἑβδομάδα γίνεσθαι Σόλωνος αἱ ἐλεγεῖαι δηλοῦσιν ὧδέ πως· παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος ὀδόντων φύσας ἐκβάλλει πρῶτον ἐν ἕπτ’ ἔτεσιν· τοὺς δ’ ἑτέρους ὅτε δὴ τελέσῃ θεὸς ἕπτ’ ἐνιαυτούς, ἥβης ἐκφαίνει σήματα γεινομένης· τῇ τριτάτῃ δὲ γένειον ἀεξομένων ἐπὶ γυίων λαχνοῦται, χροιῆς ἄνθος ἀμειβομένης· τῇ δὲ τετάρτῃ πᾶς τις ἐν ἑβδομάδι μέγ’ ἄριστος ἰσχύν, ἥν τ’ ἄνδρες σήματ’ ἔχους̓ ἀρετῆς· πέμπτῃ δ’ ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι καὶ παίδων ζητεῖν εἰσοπίσω γενεήν· τῇ δ’ ἕκτῃ περὶ πάντα καταρτύεται νόος ἀνδρός, οὐδ’ ἕρδειν ἔθ’ ὁμῶς ἔργα μάταια θέλει· ἑπτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἑβδομάσιν μέγ’ ἄριστος ὀκτώ τ’ ἀμφοτέρων τέσσαρα καὶ δέκ’ ἔτη· τῇ δ’ ἐνάτῃ ἔτι μὲν δύναται, μετριώτερα δ’ αὐτοῦ πρὸς μεγάλην ἀρετὴν σῶμά τε καὶ δύναμις· τῇ δεκάτῃ δ’ ὅτε δὴ τελέσῃ θεὸς ἕπτ’ ἐνιαυτούς, οὐκ ἂν ἄωρος ἐὼν μοῖραν ἔχοι θανάτου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi