Kitap 6
16.145
πάλιν ἐν ταῖς νόσοις κρίσιμος ἡ ἑβδόμη καὶ ἡ τεσσαρεσκαιδεκάτη, καθ’ ἃς ἡ φύσις διαγωνίζεται πρὸς τὰ νοσοποιὰ τῶν αἰτίων. καὶ μυρία τοιαῦτα ἁγιάζων τὸν ἀριθμὸν παρατίθεται Ἕρμιππος ὁ Βηρύτιος ἐν τῷ Περὶ ἑβδομάδος. σαφῶς δὲ τὸν περὶ ἑβδομάδος τε καὶ ὀγδοάδος μυστικὸν λόγον τοῖς γιγνώσκουσι παραδίδωσιν ὁ μακάριος Δαβὶδ ὧδέ πως ψάλλων· τὰ ἔτη ἡμῶν ὡς ἀράχνη ἐμελέτων. αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη. † εἴη δ’ ἂν ἡμᾶς βασιλεύειν. ἵνα τοίνυν γενητὸν εἶναι τὸν κόσμον διδαχθῶμεν, μὴ ἐν χρόνῳ δὲ ποιεῖν τὸν θεὸν ὑπολάβωμεν, ἐπήγαγεν ἡ προφητεία· αὕτη ἡ βίβλος γενέσεως καὶ τῶν ἐν αὐτοῖς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. τὸ μὲν γὰρ ὅτε ἐγένετο ἀόριστον ἐκφορὰν καὶ ἄχρονον μηνύει, τὸ δὲ ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεός, τουτέστιν ἐν ᾗ καὶ δἰ ἧς τὰ πάντα ἐποίησεν, ἧς καὶ χωρὶς ἐγένετο οὐδὲ ἕν, τὴν δἰ υἱοῦ ἐνέργειαν δηλοῖ, ὅν φησιν ὁ Δαβίδ· αὕτη ἡ ἡμέρα ἥν ἐποίησεν ὁ κύριος· εὐφρανθῶμεν καὶ ἀγαλλιαθῶμεν ἐν αὐτῇ, τουτέστι κατὰ τὴν δἰ αὐτοῦ γνῶσιν παραδιδομένην τὴν θείαν ἑστίασιν εὐωχηθῶμεν. ἡμέρα γὰρ εἴρηται ὁ φωτίζων τὰ ἐπικεκρυμμένα λόγος καὶ δἰ οὗ εἰς φῶς καὶ γένεσιν ἕκαστον τῶν κτισμάτων παρῆλθεν. καὶ ὅλως ἡ δεκάλογος διὰ τοῦ ἰῶτα στοιχείου τὸ ὄνομα τὸ μακάριον δηλοῖ, λόγον ὄντα τὸν Ἰησοῦν παριστῶσα.
16.146
Ὁ δὲ πέμπτος ἑξῆς ἐστι λόγος περὶ τιμῆς πατρὸς καὶ μητρός. πατέρα δὲ καὶ κύριον τὸν θεὸν λέγει σαφῶς. διὸ καὶ τοὺς ἐπιγνόντας αὐτὸν υἱοὺς ἀναγορεύει καὶ θεούς. κύριος οὖν καὶ πατὴρ ὁ κτίστης πάντων, μήτηρ δὲ οὐχ, ὥς τινες, ἡ οὐσία ἐξ ἧς γεγόναμεν, οὐδ’, ὡς ἕτεροι ἐκδεδώκασιν, ἡ ἐκκλησία, ἀλλ’ ἡ θεία γνῶσις καὶ ἡ σοφία, ὥς φησι Σολομών, μητέρα δικαίων ἀνακαλῶν τὴν σοφίαν. καὶ ἔστι δἰ αὑτὴν αἱρετή. πᾶν τε αὖ τὸ καλὸν καὶ σεμνὸν παρὰ τοῦ θεοῦ δἰ υἱοῦ γιγνώσκεται.