Kitap 6
17.151
Καί μοι ἀπόχρη φάναι θεὸν εἶναι τὸν κύριον πάντων. αὐτοτελῶς λῶς δὲ λέγω τὸν κύριον πάντων, οὐδενὸς ὑπολειπομένου κατὰ ἐξαίρεσιν. ἐπεὶ τοίνυν δύο εἰσὶν ἰδέαι τῆς ἀληθείας, τά τε ὀνόματα καὶ τὰ πράγματα, οἳ μὲν τὰ ὀνόματα λέγουσιν, οἱ περὶ τὰ κάλλη τῶν λόγων διατρίβοντες, οἱ παρ’ Ἕλλησι φιλόσοφοι, τὰ πράγματα δὲ παρ’ ἡμῖν ἐστι τοῖς βαρβάροις. αὐτίκα ὁ κύριος οὐ μάτην ἠθέλησεν εὐτελεῖ χρήσασθαι σώματος μορφῇ, ἵνα μή τις τὸ ὡραῖον ἐπαινῶν καὶ τὸ κάλλος θαυμάζων ἀφιστῆται τῶν λεγομένων καὶ τοῖς καταλειπομένοις προσανέχων ἀποτέμνηται τῶν νοητῶν. οὐ τοίνυν περὶ τὴν λέξιν, ἀλλὰ περὶ τὰ σημαινόμενα ἀναστρεπτέον. τοῖς μὲν οὖν τῆς λέξεως ἀντιληπτικοῖς καὶ μὴ κινηθεῖσι πρὸς γνῶσιν οὐ πιστεύεται ὁ λόγος, ἐπεὶ καὶ οἱ κόρακες ἀνθρωπείας ἀπομιμοῦνται φωνὰς ἔννοιαν οὐκ ἔχοντες οὗ λέγουσι πράγματος, ἀντίληψις δὲ νοερὰ πίστεως ἔχεται. οὕτως καὶ Ὅμηρος εἶπεν πατὴρ ἀνδρῶν τε θεῶν τε, μὴ εἰδὼς τίς ὁ πατὴρ καὶ πῶς ὁ πατήρ.
17.152
ὡς δὲ τῷ χεῖρας ἔχοντι τὸ λαβεῖν κατὰ φύσιν καὶ τῷ ὀφθαλμοὺς ὑγιαίνοντας κεκτημένῳ τὸ φῶς ἰδεῖν, οὕτως τῷ πίστιν εἰληφότι τὸ γνώσεως μεταλαβεῖν οἰκεῖον πέφυκεν, εἰ προσεξεργάσασθαι καὶ προσοικοδομῆσαι χρυσόν, ἄργυρον, λίθους τιμίους τ̣̣̔̓ καταβληθέντι θεμελίῳ γλίχοιτο. οὐ τοίνυν ὑπισχνεῖται βούλεσθαι μεταλαμβάνειν, ἀλλὰ ἄρχεται· οὐδὲ μέλλειν, ἀλλ’ εἶναι βασιλικόν τε καὶ φωτεινὸν καὶ γνωστικὸν καθῆκεν, οὐδὲ ὀνόματι, ἀλλ’ ἔργῳ ἐθέλειν ἅπτεσθαι τῶν πραγμάτων προσῆκεν. ἀγαθὸς γὰρ ὢν ὁ θεὸς διὰ τὸ ἡγεμονικὸν τῆς κτίσεως ἁπάσης, σῴζεσθαι βουλόμενος τοῦτο, ἐπὶ τὸ ποιεῖν ἐτράπετο καὶ τὰ λοιπά, πρώτην ταύτην εὐεργεσίαν, τὸ γενέσθαι, ἀπ’ ἀρχῆς παρασχὼν αὐτοῖς· ἄμεινον γὰρ εἶναι πολλῷ τὸ εἶναι τοῦ μὴ εἶναι πᾶς ἄν τις ὁμολογήσειεν. ἔπειτα, ὡς ἐνεδέχετο φύσεως ἔχειν ἕκαστον, ἐγένετό τε καὶ γίνεται προκόπτον εἰς τὸ αὑτοῦ ἄμεινον.