Kitap 7
1.1
Ἤδη δὲ καιρὸς ἡμᾶς παραστῆσαι τοῖς Ἕλλησι μόνον ὄντως εἶναι θεοσεβῆ τὸν γνωστικόν, ὡς ἀναμαθόντας τοὺς φιλοσόφους, οἷός τίς ἐστιν ὁ τῷ ὄντι Χριστιανός, τῆς ἑαυτῶν ἀμαθίας καταγνῶναι, εἰκῇ μὲν καὶ ὡς ἔτυχεν διώκοντας τοὔνομα, μάτην δὲ ἀθέους ἀποκαλοῦντας τοὺς τὸν τῷ ὄντι θεὸν ἐγνωκότας. ἐναργεστέροις δ᾿. οἶμαι, πρὸς τοὺς φιλοσόφους χρῆσθαι προσήκει τοῖς λόγοις, ὡς ἐπαΐειν ἐκ τῆς παρ᾿ αὐτοῖς παιδείας ἤδη γεγυμνασμένους δύνασθαι, καὶ εἰ μηδέπω ἀξίους ἑαυτοὺς μεταλαβεῖν τῆς τοῦ πιστεῦσαι δυνάμεως παρεσχήκασι. τῶν δὲ λέξεων τῶν προφητικῶν ἐπὶ τοῦ παρόντος οὐκ ἐπιμνησθησόμεθα. κατὰ τοὺς ἐπικαίρους τόπους ὕστερον ταῖς γραφαῖς συγχρησόμενοι· τὰ δ᾿ ἐξ αὐτῶν δηλούμενα σημανοῦμεν κεφαλαιωδῶς τὸν χριστιανισμὸν ὑπογράφοντες, ἵνα μὴ διακόπτωμεν τὸ συνεχὲς τοῦ λόγου συμπαραλαμβάνοντες τὰς γραφάς, καὶ ταῦτα τοῖς μηδέπω συνιεῖσιν τὰς λέξεις αὐτῶν. ἐπὰν δὲ τὰ σημαινόμενα ἐνδειξώμεθα, τότε αὐτοῖς ἐκ περιουσίας πιστεύσασι καὶ τὰ μαρτύρια φανερωθήσεται. (κἂν ἑτεροῖά τισι τῶν πολλῶν καταφαίνηται τὰ ὑφ᾿ ἡμῶν λεγόμενα τῶν κυριακῶν γραφῶν, ἰστέον ὅτι ἐκεῖθεν ἀναπνεῖ τε καὶ ζῇ, καὶ τὰς ἀφορμὰς ἀπ᾿ αὐτῶν ἔχοντα τὸν νοῦν μόνον, οὐ τὴν λέξιν. παριστᾶν ἐπαγγέλλεται.) ἥ τε γὰρ ἐπὶ πλέον ἐπεξεργασία. μὴ κατὰ καιρὸν γινομένη, περισσὴ δόξειεν ἂν εἰκότως, τό τε μηδ᾿ ὅλως ἐπεσκέφθαι τὸ κατεπεῖγον ῥᾴθυμον κομιδῇ καὶ ἐνδεές. »μακάριοι« δὲ ὡς ἀληθῶς »οἱ ἐξερευνῶντες τὰ μαρτύρια κυρίου. ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν·« μαρτυροῦσιν δὲ περὶ κυρίου ὁ νόμος καὶ οἱ προφῆται.