Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

3.16 Εὐσεβὴς ἄρα ὁ γνωστικός, ὁ πρῶτον ἑαυτοῦ ἐπιμελόμενος. ἔπειτα τῶν πλησίον. ἵν᾿ ὡς ἄριστοι γενώμεθα· καὶ γὰρ ὁ υἱὸς πατρὶ ἀγαθῷ χαρίζεται σπουδαῖον ἑαυτὸν καὶ ὅμοιον τῷ πατρὶ παρεχόμενος. καὶ ἄρχοντι ὁ ἀρχόμενος· ὅτι τὸ πιστεύειν τε καὶ πείθεσθαι ἐφ᾿ ἡμῖν· κακῶν δὲ αἰτίαν καὶ ὕλης ἄν τις ἀσθένειαν ὑπολάβοι καὶ τὰς ἀβουλήτους τῆς ἀγνοίας ὁρμὰς τάς τε ἀλόγους δι᾿ ἀμαθίαν ἀνάγκας· ὧν ὑπεράνω καθάπερ θηρίων διὰ μαθήσεως ὁ γνωστικὸς γενόμενος. τὴν θείαν προαίρεσιν μιμούμενος, εὖ ποιεῖ τοὺς ἐθέλοντας τῶν ἀνθρώπων κατὰ δύναμιν· κἂν εἰς ἀρχὴν καταστῇ ποτε, καθάπερ ὁ Μωσῆς, ἐπὶ σωτηρίᾳ τῶν ἀρχομένων ἡγήσεται καὶ τὸ ἄγριον καὶ ἄπειστον ἐξημερώσεται τιμῇ μὲν τῶν ἀρίστων, κολάσει δὲ τῶν μοχθηρῶν. τῇ κατὰ λόγον εἰς παιδείαν ἐγγραφομένῃ. μάλιστα γὰρ ἄγαλμα θεῖον καὶ θεῷ προσεμφερὲς ἀνθρώπου δικαίου ψυχή, ἐν ᾗ διὰ τῆς τῶν παραγγελμάτων ὑπακοῆς τεμενίζεται καὶ ἐνιδρύεται ὁ πάντων ἡγεμὼν θνητῶν τε καὶ ἀθανάτων. βασιλεύς τε καὶ γεννήτωρ τῶν καλῶν, νόμος ὢν ὄντως καὶ θεσμὸς καὶ λόγος αἰώνιος, ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσιν εἷς ὢν σωτήρ. οὗτος ὁ τῷ ὄντι μονογενής, ὁ τῆς τοῦ παμβασιλέως καὶ παντοκράτορος πατρὸς δόξης χαρακτήρ. ἐναποσφραγιζόμενος τῷ γνωστικῷ τὴν τελείαν θεωρίαν κατ᾿ εἰκόνα τὴν ἑαυτοῦ, ὡς εἶναι τρίτην ἤδη τὴν θείαν εἰκόνα τὴν ὅση δύναμις ἐξομοιουμένην πρὸς τὸ δεύτερον αἴτιον, πρὸς τὴν ὄντως ζωήν, δι᾿ ἣν ζῶμεν τὴν ἀληθῆ ζωήν, οἷον ἀπογράφοντες τὸν γνωστικὸν τύπον γινόμενον ἡμῖν. περὶ τὰ βέβαια καὶ παντελῶς ἀναλλοίωτα ἀναστρεφόμενον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi