Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

3.17 Ἄρχων οὖν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ, βεβαίαν κατάληψιν τῆς θείας ἐπιστήμης κεκτημένος, τῇ ἀληθείᾳ γνησίως πρόσεισιν. ἡ γὰρ τῶν νοητῶν γνῶσις καὶ κατάληψις βεβαία δεόντως ἂν λέγοιτο ἐπιστήμη. ἧς τὸ μὲν περὶ τὰ θεῖα ἔργον ἔχει σκοπεῖν τί μὲν τὸ πρῶτον αἴτιον. τί δέ. δι᾿ οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς οὗ γέγονεν οὐδέν·« τίνα τε αὖ τὰ μὲν ὡς διήκοντα, τὰ δὲ ὡς περιέχοντα, καὶ τίνα μὲν συνημμένα, τίνα δὲ διεζευγμένα, καὶ τίνα τούτων ἕκαστον ἔχει τὴν τάξιν καὶ ἣν δύναμιν καὶ ἣν λειτουργίαν εἰσφέρεται ἕκαστον. ἐν δὲ αὖ τοῖς ἀνθρωπίνοις τί τε αὐτός ἐστιν ὁ ἄνθρωπος καὶ τί αὐτῷ κατὰ φύσιν ἢ παρὰ φύσιν ἐστίν, πῶς τε αὖ ποιεῖν ἢ πάσχειν προσήκει, τίνες τε ἀρεταὶ τούτου καὶ κακίαι τίνες, περί τε ἀγαθῶν καὶ κακῶν καὶ τῶν μέσων, ὅσα τε περὶ ἀνδρείας καὶ φρονήσεως καὶ σωφροσύνης τῆς τε ἐπὶ πᾶσι παντελοῦς ἀρετῆς δικαιοσύνης. ἀλλὰ τῇ μὲν φρονήσει καὶ δικαιοσύνῃ εἰς τὴν τῆς σοφίας κατακέχρηται κτῆσιν, τῇ δὲ ἀνδρείᾳ οὐκ ἐν τῷ τὰ περιστατικὰ ὑπομένειν μόνον, ἀλλὰ κἀν τῷ ἡδονῆς τε καὶ ἐπιθυμίας, λύπης τε αὖ καὶ ὀργῆς κρατεῖν καὶ καθόλου πρὸς πᾶν ἤτοι τὸ μετὰ βίας ἢ μετὰ ἀπάτης τινὸς ψυχαγωγοῦν ἡμᾶς ἀντιτάσσεσθαι. οὐ γὰρ ὑπομένειν δεῖ τὰς κακίας καὶ τὰ κακά. ἀλλ᾿ ἀπωθεῖσθαι, καὶ τὰ φοβερὰ ὑπομένειν. χρήσιμος οὖν καὶ ἡ ἀλγηδὼν εὑρίσκεται κατά τε τὴν ἰατρικὴν καὶ παιδευτικὴν καὶ κολαστικήν, καὶ διὰ ταύτης ἤθη διορθοῦνται εἰς ὠφέλειαν ἀνθρώπων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi