Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

3.20 ἀλλ᾿ οὐδὲ αὐτοὶ οὐδὲ οἱ λόγοι οἱ πειστικοὶ ἐπιπόλαιοι ὄντες ἐπιστημονικὴν τῆς ἀληθείας διαμονὴν παράσχοιεν ἄν. φιλοσοφία δὲ ἡ Ἑλληνικὴ οἷον προκαθαίρει καὶ προεθίζει τὴν ψυχὴν εἰς παραδοχὴν πίστεως, ἐφ᾿ ᾗ τὴν γνῶσιν ἐποικοδομεῖ ἡ ἀλήθεια.
3.20 Οὗτός ἐστιν, οὗτος ὁ ἀθλητὴς ἀληθῶς ὁ ἐν τῷ μεγάλῳ σταδίῳ. τῷ καλῷ κόσμῳ, τὴν ἀληθινὴν νίκην κατὰ πάντων στεφανούμενος τῶν παθῶν. ὅ τε γὰρ ἀγωνοθέτης ὁ παντοκράτωρ θεός, ὅ τε βραβευτὴς ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, θεαταὶ δὲ ἄγγελοι καὶ θεοί. καὶ τὸ παγκράτιον τὸ πάμμαχον »οὐ πρὸς αἷμα καὶ σάρκα«, ἀλλὰ τὰς διὰ σαρκῶν ἐνεργούσας »πνευματικὰς ἐξουσίας« ἐμπαθῶν παθῶν. τούτων περιγινόμενος τῶν μεγάλων ἀνταγωνισμάτων. καὶ οἶον ἄθλους τινὰς τοῦ πειράζοντος ἐπαρτῶντος καταγωνισάμενος, ἐκράτησε τῆς ἀθανασίας· ἀπαραλόγιστος γὰρ ἡ τοῦ θεοῦ ψῆφος εἰς τὸ δικαιότατον κρῖμα. κέκληται μὲν οὖν ἐπὶ τὸ ἀγώνισμα τὸ θέατρον, παγκρατιάζουσι δὲ εἰς τὸ στάδιον οἱ ἀθληταί· καὶ δὴ ἐκ τούτων περιγίνεται ὁ πειθήνιος τῷ ἀλείπτῃ γενόμενος. πᾶσι γὰρ πάντα ἴσα κεῖται παρὰ τοῦ θεοῦ καὶ ἔστιν αὐτὸς ἀμεμφής, ἑλεῖται δὲ ὁ δυνάμενος καὶ ὁ βουληθεὶς ἰσχύσει· ταύτῃ καὶ τὸν νοῦν εἰλήφαμεν, ἵνα εἰδῶμεν ὃ ποιοῦμεν, καὶ τὸ »γνῶθι σαυτὸν« ἐνταῦθα, εἰδέναι ἐφ᾿ ᾧ γεγόναμεν. γεγόναμεν δὲ ἐπὶ τῷ εἶναι πειθήνιοι ταῖς ἐντολαῖς, εἰ τὸ βούλεσθαι σῴζεσθαι ἑλοίμεθα. αὕτη που ἡ Ἀδράστεια, καθ᾿ ἣν οὐκ ἔστι διαδρᾶναι τὸν θεόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi