Kitap 7
4.22
Ἕλληνες δὲ ὥσπερ ἀνθρωπομόρφους οὕτως καὶ ἀνθρωποπαθεῖς τοὺς θεοὺς ὑποτίθενται. καὶ καθάπερ τὰς μορφὰς αὐτῶν ὁμοίας ἑαυτοῖς ἕκαστοι διαζωγραφοῦσιν. ὥς φησιν ὁ Ξενοφάνης, »Αἰθίοπές τε μέλανας σιμούς τε Θρᾷκές τε πυρροὺς καὶ γλαυκούς«. οὕτως καὶ τὰς ψυχὰς ὁμοίους ἑαυτοῖς αὐτοὺς ἀναπλάττουσιν, αὐτίκα βάρβαροι [οἱ] μὲν θηριώδεις καὶ ἀγρίους τὰ ἤθη, ἡμερωτέρους δὲ Ἕλληνες, πλὴν ἐμπαθεῖς. διὸ (??)εὐλόγως τοῖς μὲν μοχθηροῖς φαύλας ἔχειν τὰς περὶ θεοῦ διανοήσεις ἀνάγκη, τοῖς δὲ σπουδαίοις ἀρίστας. καὶ διὰ τοῦτο ὁ τῷ ὄντι »βασιλικὸς τὴν ψυχὴν« καὶ γνωστικὸς οὗτος καὶ θεοσεβὴς καὶ ἀδεισιδαίμων [ὤν]. τίμιον, σεμνόν, μεγαλοπρεπῆ, εὐποιητικόν, εὐεργετικόν, ἁπάντων ἀρχηγὸν ἀγαθῶν, κακῶν δὲ ἀναίτιον μόνον εἶναι τὸν μόνον θεὸν πεπεισμένος. καὶ περὶ μὲν τῆς Ἑλληνικῆς δεισιδαιμονίας ἱκανῶς, οἶμαι. ἐν τῷ Προτρεπτικῷ ἐπιγραφομένῳ ἡμῖν λόγῳ παρεστήσαμεν κατακόρως τῇ κατεπειγούσῃ συγκαταχρώμενοι ἱστορίᾳ. οὔκουν χρὴ »αὖθις τὰ ἀριδήλως εἰρημένα μυθολογεῖν«.
4.23
ὅσον δὲ ἐπισημήνασθαι κατὰ τὸν τόπον γενομένους ὀλίγα ἐκ πολλῶν. ἀπόχρη καὶ τάδε εἰς ἔνδειξιν τοῦ ἀθέους παραστῆσαι τοὺς τοῖς κακίστοις ἀνθρώποις τὸ θεῖον ἀπεικάζοντας. ἤτοι γὰρ βλάπτονται πρὸς ἀνθρώπων αὐτοῖς οἱ θεοὶ καὶ χείρους τῶν ἀνθρώπων ὑφ᾿ ἡμῶν βλαπτόμενοι δείκνυνται, ἢ εἰ μὴ τοῦτο, πῶς ἐφ᾿ οἷς οὐ βλάπτονται. καθάπερ ὀξύχολον γραΐδιον εἰς ὀργὴν ἐρεθιζόμενον, ἐκπικραίνονται, ᾗ φασι τὴν Ἄρτεμιν δι᾿ Οἰνέα Αἰτωλοῖς ὀργισθῆναι. πῶς γὰρ οὐκ ἐλογίσατο θεὸς οὖσα ὡς οὐ καταφρονήσας ὁ Οἰνεύς, ἀλλ᾿ ἤτοι λαθόμενος ἢ ὡς τεθυκὼς ἠμέλησεν; εὖ δὲ καὶ ἡ Αὔγη δικαιολογουμένη πρὸς τὴν Ἀθηνᾶν ἐπὶ τῷ χαλεπαίνειν αὐτῇ τετοκυίᾳ ἐν τῷ ἱερῷ λέγει· σκῦλα μὲν βροτοφθόρα χαίρεις ὁρῶσα καὶ νεκρῶν ἐρείπια, καὶ οὐ μιαρά σοι ταῦτ᾿ ἔστιν· εἰ δ᾿ ἐγὼ τεκον, δεινὸν τόδ᾿ ἡγῇ· καίτοι καὶ τὰ ἄλλα ζῷα ἐν τοῖς ἱεροῖς τίκτοντα οὐδὲν ἀδικεῖ.