Kitap 7
4.24
Εἰκότως τοίνυν δεισιδαίμονες περὶ τοὺς εὐοργήτους γινόμενοι πάντα σημεῖα ἡγοῦνται εἶναι τὰ συμβαίνοντα καὶ κακῶν αἴτια· ἐὰν μῦς διορύξῃ βωμὸν ὄντα πήλινον κἂν μηδὲν ἄλλο ἔχων διατράγῃ θύλακον, ἀλεκτρυὼν τρεφόμενος ἐὰν ἀπὸ ἑσπέρας ᾄσῃ, τιθέμενοι τοῦτο σημεῖόν τινος.
4.24
Τοιοῦτόν τινα ἐν τῷ Δεισιδαίμονι ὁ Μένανδρος διακωμῳδεῖ· ἀγαθόν τι γένοιτό μοι, ὦ πολυτίμητοι θεοί, ὑποδούμενος τὸν ἱμάντα γὰρ τῆς δεξιᾶς ἐμβάδος διέρρηξα. Εἰκότως, ὦ φλήναφε· σαπρὸς γὰρ ἦν, σὺ δὲ σμικρολόγος οὐ θέλων καινὰς πρίασθαι.
4.24
Χαρίεν τὸ τοῦ Ἀντιφῶντος· οἰωνισαμένου τινός, ὅτι κατέφαγεν ὗς τὰ δελφάκια, θεασάμενος αὐτὴν ὑπὸ λιμοῦ διὰ μικροψυχίαν τοῦ τρέφοντος κατισχναμένην, »χαῖρε«, εἶπεν, »ἐπὶ τῷ σημείῳ, ὅτι οὕτω πεινῶσα τὰ σὰ οὐκ ἔφαγεν τέκνα.«
4.24
»Τί δὲ καὶ θαυμαστόν, εἰ ὁ μῦς«, φησὶν ὁ Βίων, »τὸν θύλακον διέτραγεν. οὐχ εὑρὼν ὅ τι φάγῃ; τοῦτο γὰρ ἦν θαυμαστόν, εἰ. ὥσπερ Ἀρκεσίλαος παίζων ἐνεχείρει. τὸν μῦν ὁ θῦλαξ κατέφαγεν.«
4.25
Εὖ γοῦν καὶ Διογένης πρὸς τὸν θαυμάζοντα. ὅτι εὗρεν τὸν ὄφιν ἐν τῷ ὑπέρῳ περιειλημένον. »μὴ θαύμαζε« ἔφη· »ἦν γὰρ παραδοξότερον ἐκεῖνο, εἰ τὸ ὕπερον περὶ ὀρθῷ τῷ ὄφει κατειλημένον ἐθεάσω.«
4.25
Δεῖ γὰρ καὶ τὰ ἄλογα τῶν ζῴων τρέχειν καὶ θεῖν καὶ θεῖν καὶ μάχεσθαι καὶ τίκτειν καὶ ἀποθνῄσκειν, ἃ δή. ἐκείνοις ὄντα κατὰ φύσιν, οὐκ ἄν ποτε ἡμῖν γένοιτο παρὰ φύσιν· ὄρνιθες δέ τε πολλοὶ ὑπ᾿ αὐγὰς ἠελίοιο φοιτῶσιν.
4.25
Ὁ κωμικὸς δὲ Φιλήμων καὶ τὰ τοιαῦτα κωμῳδεῖ· ὅταν ἴδω (φησί) παρατηροῦντα, τίς ἔπταρεν ἢ τίς ἐλάλησεν. ἤ, τίς ἐστιν ὁ προϊών. σκοποῦντα, πωλῶ τοῦτον εὐθὺς ἐν ἀγορᾷ. αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται ἕκαστος ἡμῶν. οὐχὶ τοῖς ἐν τῇ πόλει. τὰ πράγματα ὡς πέφυκεν, οὕτως γίγνεται.
4.25
Εἶτα νήφοντες μὲν ὑγείαν αἰτοῦνται. ὑπερεμπιπλάμενοι δὲ καὶ μέθαις ἐγκυλιόμενοι κατὰ τὰς ἑορτὰς νόσους ἐπισπῶνται.
4.26
Πολλοὶ δὲ καὶ τὰς γραφὰς δεδίασι τὰς ἀνακειμένας. ἀστείως πάνυ ὁ Διογένης, ἐπὶ οἰκίᾳ μοχθηροῦ τινος εὑρὼν ἐπιγεγραμμένον· ὁ καλλίνικος Ἡρακλῆς ἐνθάδε κατοικεῖ· μηδὲν εἰσίτω κακόν, »καὶ πῶς« ἔφη »ὁ κύριος εἰσελεύσεται τῆς οἰκίας;«